Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ὣς μὲν ὅτ᾽ Ὠρίων᾽ ἕλετο ῥοδοδάκτυλος Ἠώς,
τόφρα οἱ ἠγάασθε θεοὶ ῥεῖα ζώοντες,
ἧος ἐν Ὀρτυγίῃ χρυσόθρονος Ἄρτεμις ἁγνὴ
οἷς ἀγανοῖς βελέεσσιν ἐποιχομένη κατέπεφνεν.
125
ὣς δ᾽ ὁπότ᾽ Ἰασίωνι ἐυπλόκαμος Δημήτηρ,
θυμῷ εἴξασα , μίγη φιλότητι καὶ εὐνῇ
νειῷ ἔνι τριπόλῳ : οὐδὲ δὴν ἦεν ἄπυστος
Ζεύς , ὅς μιν κατέπεφνε βαλὼν ἀργῆτι κεραυνῷ.
ὥς δ᾽ αὖ νῦν μοι ἄγασθε , θεοί , βροτὸν ἄνδρα παρεῖναι.
130
τὸν μὲν ἐγὼν ἐσάωσα περὶ τρόπιος βεβαῶτα
οἶον , ἐπεί οἱ νῆα θοὴν ἀργῆτι κεραυνῷ
Ζεὺς ἔλσας ἐκέασσε μέσῳ ἐνὶ οἴνοπι πόντῳ.
ἔνθ᾽ ἄλλοι μὲν πάντες ἀπέφθιθεν ἐσθλοὶ ἑταῖροι,
τὸν δ᾽ ἄρα δεῦρ᾽ ἄνεμός τε φέρων καὶ κῦμα πέλασσε.
135
τὸν μὲν ἐγὼ φίλεόν τε καὶ ἔτρεφον , ἠδὲ ἔφασκον
θήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα.
ἀλλ᾽ ἐπεὶ οὔ πως ἔστι Διὸς νόον αἰγιόχοιο
οὔτε παρεξελθεῖν ἄλλον θεὸν οὔθ᾽ ἁλιῶσαι,
ἐρρέτω , εἴ μιν κεῖνος ἐποτρύνει καὶ ἀνώγει,
140
πόντον ἐπ᾽ ἀτρύγετον : πέμψω δέ μιν οὔ πῃ ἐγώ γε:
οὐ γάρ μοι πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι,
οἵ κέν μιν πέμποιεν ἐπ᾽ εὐρέα νῶτα θαλάσσης.
αὐτάρ οἱ πρόφρων ὑποθήσομαι , οὐδ᾽ ἐπικεύσω,
ὥς κε μάλ᾽ ἀσκηθὴς ἣν πατρίδα γαῖαν ἵκηται.”
145
τὴν δ᾽ αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης:
οὕτω νῦν ἀπόπεμπε , Διὸς δ᾽ ἐποπίζεο μῆνιν,
μή πώς τοι μετόπισθε κοτεσσάμενος χαλεπήνῃ.”
ὣς ἄρα φωνήσας ἀπέβη κρατὺς ἀργεϊφόντης:
δ᾽ ἐπ᾽ Ὀδυσσῆα μεγαλήτορα πότνια νύμφη
150
ἤι᾽ , ἐπεὶ δὴ Ζηνὸς ἐπέκλυεν ἀγγελιάων.