Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
τὸν δ᾽ ἄρ᾽ ἐπ᾽ ἀκτῆς εὗρε καθήμενον : οὐδέ ποτ᾽ ὄσσε
δακρυόφιν τέρσοντο , κατείβετο δὲ γλυκὺς αἰὼν
νόστον ὀδυρομένῳ , ἐπεὶ οὐκέτι ἥνδανε νύμφη.
ἀλλ᾽ τοι νύκτας μὲν ἰαύεσκεν καὶ ἀνάγκῃ
155
ἐν σπέσσι γλαφυροῖσι παρ᾽ οὐκ ἐθέλων ἐθελούσῃ:
ἤματα δ᾽ ἂμ πέτρῃσι καὶ ἠιόνεσσι καθίζων
δάκρυσι καὶ στοναχῇσι καὶ ἄλγεσι θυμὸν ἐρέχθων
πόντον ἐπ᾽ ἀτρύγετον δερκέσκετο δάκρυα λείβων.
ἀγχοῦ δ᾽ ἱσταμένη προσεφώνεε δῖα θεάων:
160
κάμμορε , μή μοι ἔτ᾽ ἐνθάδ᾽ ὀδύρεο , μηδέ τοι αἰὼν
φθινέτω : ἤδη γάρ σε μάλα πρόφρασσ᾽ ἀποπέμψω.
ἀλλ᾽ ἄγε δούρατα μακρὰ ταμὼν ἁρμόζεο χαλκῷ
εὐρεῖαν σχεδίην : ἀτὰρ ἴκρια πῆξαι ἐπ᾽ αὐτῆς
ὑψοῦ , ὥς σε φέρῃσιν ἐπ᾽ ἠεροειδέα πόντον.
165
αὐτὰρ ἐγὼ σῖτον καὶ ὕδωρ καὶ οἶνον ἐρυθρὸν
ἐνθήσω μενοεικέ᾽ , κέν τοι λιμὸν ἐρύκοι,
εἵματά τ᾽ ἀμφιέσω : πέμψω δέ τοι οὖρον ὄπισθεν,
ὥς κε μάλ᾽ ἀσκηθὴς σὴν πατρίδα γαῖαν ἵκηαι,
αἴ κε θεοί γ᾽ ἐθέλωσι , τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,
170
οἵ μευ φέρτεροί εἰσι νοῆσαί τε κρῆναί τε.”
ὣς φάτο , ῥίγησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα:
ἄλλο τι δὴ σύ , θεά , τόδε μήδεαι , οὐδέ τι πομπήν,
με κέλεαι σχεδίῃ περάαν μέγα λαῖτμα θαλάσσης,
175
δεινόν τ᾽ ἀργαλέον τε : τὸ δ᾽ οὐδ᾽ ἐπὶ νῆες ἐῖσαι
ὠκύποροι περόωσιν , ἀγαλλόμεναι Διὸς οὔρῳ.
οὐδ᾽ ἂν ἐγὼν ἀέκητι σέθεν σχεδίης ἐπιβαίην,
εἰ μή μοι τλαίης γε , θεά , μέγαν ὅρκον ὀμόσσαι
μή τί μοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο.”
180
ὣς φάτο , μείδησεν δὲ Καλυψὼ δῖα θεάων,