Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
αὐτὰρ ἐπεὶ δὴ δεῖξ᾽ , ὅθι δένδρεα μακρὰ πεφύκει,
μὲν ἔβη πρὸς δῶμα Καλυψώ , δῖα θεάων,
αὐτὰρ τάμνετο δοῦρα : θοῶς δέ οἱ ἤνυτο ἔργον.
εἴκοσι δ᾽ ἔκβαλε πάντα , πελέκκησεν δ᾽ ἄρα χαλκῷ,
245
ξέσσε δ᾽ ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνεν.
τόφρα δ᾽ ἔνεικε τέρετρα Καλυψώ , δῖα θεάων:
τέτρηνεν δ᾽ ἄρα πάντα καὶ ἥρμοσεν ἀλλήλοισιν,
γόμφοισιν δ᾽ ἄρα τήν γε καὶ ἁρμονίῃσιν ἄρασσεν.
ὅσσον τίς τ᾽ ἔδαφος νηὸς τορνώσεται ἀνὴρ
250
φορτίδος εὐρείης , ἐὺ εἰδὼς τεκτοσυνάων,
τόσσον ἔπ᾽ εὐρεῖαν σχεδίην ποιήσατ᾽ Ὀδυσσεύς.
ἴκρια δὲ στήσας , ἀραρὼν θαμέσι σταμίνεσσι,
ποίει : ἀτὰρ μακρῇσιν ἐπηγκενίδεσσι τελεύτα.
ἐν δ᾽ ἱστὸν ποίει καὶ ἐπίκριον ἄρμενον αὐτῷ:
255
πρὸς δ᾽ ἄρα πηδάλιον ποιήσατο , ὄφρ᾽ ἰθύνοι.
φράξε δέ μιν ῥίπεσσι διαμπερὲς οἰσυΐνῃσι
κύματος εἶλαρ ἔμεν : πολλὴν δ᾽ ἐπεχεύατο ὕλην.
τόφρα δὲ φάρε᾽ ἔνεικε Καλυψώ , δῖα θεάων,
ἱστία ποιήσασθαι : δ᾽ εὖ τεχνήσατο καὶ τά.
260
ἐν δ᾽ ὑπέρας τε κάλους τε πόδας τ᾽ ἐνέδησεν ἐν αὐτῇ,
μοχλοῖσιν δ᾽ ἄρα τήν γε κατείρυσεν εἰς ἅλα δῖαν.
τέτρατον ἦμαρ ἔην , καὶ τῷ τετέλεστο ἅπαντα:
τῷ δ᾽ ἄρα πέμπτῳ πέμπ᾽ ἀπὸ νήσου δῖα Καλυψώ,
εἵματά τ᾽ ἀμφιέσασα θυώδεα καὶ λούσασα.
265
ἐν δέ οἱ ἀσκὸν ἔθηκε θεὰ μέλανος οἴνοιο
τὸν ἕτερον , ἕτερον δ᾽ ὕδατος μέγαν , ἐν δὲ καὶ ᾖα
κωρύκῳ : ἐν δέ οἱ ὄψα τίθει μενοεικέα πολλά:
οὖρον δὲ προέηκεν ἀπήμονά τε λιαρόν τε.
γηθόσυνος δ᾽ οὔρῳ πέτασ᾽ ἱστία δῖος Ὀδυσσεύς.
270
αὐτὰρ πηδαλίῳ ἰθύνετο τεχνηέντως