Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
μ᾽ ἔφατ᾽ ἐν πόντῳ , πρὶν πατρίδα γαῖαν ἱκέσθαι,
ἄλγε᾽ ἀναπλήσειν : τὰ δὲ δὴ νῦν πάντα τελεῖται.
οἵοισιν νεφέεσσι περιστέφει οὐρανὸν εὐρὺν
Ζεύς , ἐτάραξε δὲ πόντον , ἐπισπέρχουσι δ᾽ ἄελλαι
305
παντοίων ἀνέμων . νῦν μοι σῶς αἰπὺς ὄλεθρος.
τρὶς μάκαρες Δαναοὶ καὶ τετράκις , οἳ τότ᾽ ὄλοντο
Τροίῃ ἐν εὐρείῃ χάριν Ἀτρεΐδῃσι φέροντες.
ὡς δὴ ἐγώ γ᾽ ὄφελον θανέειν καὶ πότμον ἐπισπεῖν
ἤματι τῷ ὅτε μοι πλεῖστοι χαλκήρεα δοῦρα
310
Τρῶες ἐπέρριψαν περὶ Πηλεΐωνι θανόντι.
τῷ κ᾽ ἔλαχον κτερέων , καί μευ κλέος ἦγον Ἀχαιοί:
νῦν δέ λευγαλέῳ θανάτῳ εἵμαρτο ἁλῶναι.”
ὣς ἄρα μιν εἰπόντ᾽ ἔλασεν μέγα κῦμα κατ᾽ ἄκρης
δεινὸν ἐπεσσύμενον , περὶ δὲ σχεδίην ἐλέλιξε.
315
τῆλε δ᾽ ἀπὸ σχεδίης αὐτὸς πέσε , πηδάλιον δὲ
ἐκ χειρῶν προέηκε : μέσον δέ οἱ ἱστὸν ἔαξεν
δεινὴ μισγομένων ἀνέμων ἐλθοῦσα θύελλα,
τηλοῦ δὲ σπεῖρον καὶ ἐπίκριον ἔμπεσε πόντῳ.
τὸν δ᾽ ἄρ᾽ ὑπόβρυχα θῆκε πολὺν χρόνον , οὐδ᾽ ἐδυνάσθη
320
αἶψα μάλ᾽ ἀνσχεθέειν μεγάλου ὑπὸ κύματος ὁρμῆς:
εἵματα γάρ ῥ᾽ ἐβάρυνε , τά οἱ πόρε δῖα Καλυψώ.
ὀψὲ δὲ δή ῥ᾽ ἀνέδυ , στόματος δ᾽ ἐξέπτυσεν ἅλμην
πικρήν , οἱ πολλὴ ἀπὸ κρατὸς κελάρυζεν.
ἀλλ᾽ οὐδ᾽ ὣς σχεδίης ἐπελήθετο , τειρόμενός περ,
325
ἀλλὰ μεθορμηθεὶς ἐνὶ κύμασιν ἐλλάβετ᾽ αὐτῆς,
ἐν μέσσῃ δὲ καθῖζε τέλος θανάτου ἀλεείνων.
τὴν δ᾽ ἐφόρει μέγα κῦμα κατὰ ῥόον ἔνθα καὶ ἔνθα.
ὡς δ᾽ ὅτ᾽ ὀπωρινὸς Βορέης φορέῃσιν ἀκάνθας
ἂμ πεδίον , πυκιναὶ δὲ πρὸς ἀλλήλῃσιν ἔχονται,
330
ὣς τὴν ἂμ πέλαγος ἄνεμοι φέρον ἔνθα καὶ ἔνθα: