Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἄλλοτε μέν τε Νότος Βορέῃ προβάλεσκε φέρεσθαι,
ἄλλοτε δ᾽ αὖτ᾽ Εὖρος Ζεφύρῳ εἴξασκε διώκειν.
τὸν δὲ ἴδεν Κάδμου θυγάτηρ , καλλίσφυρος Ἰνώ,
Λευκοθέη , πρὶν μὲν ἔην βροτὸς αὐδήεσσα,
335
νῦν δ᾽ ἁλὸς ἐν πελάγεσσι θεῶν ἒξ ἔμμορε τιμῆς.
ῥ᾽ Ὀδυσῆ᾽ ἐλέησεν ἀλώμενον , ἄλγε᾽ ἔχοντα,
αἰθυίῃ δ᾽ ἐικυῖα ποτῇ ἀνεδύσετο λίμνης,
ἷζε δ᾽ ἐπὶ σχεδίης πολυδέσμου εἶπέ τε μῦθον:
κάμμορε , τίπτε τοι ὧδε Ποσειδάων ἐνοσίχθων
340
ὠδύσατ᾽ ἐκπάγλως , ὅτι τοι κακὰ πολλὰ φυτεύει;
οὐ μὲν δή σε καταφθίσει μάλα περ μενεαίνων.
ἀλλὰ μάλ᾽ ὧδ᾽ ἔρξαι , δοκέεις δέ μοι οὐκ ἀπινύσσειν:
εἵματα ταῦτ᾽ ἀποδὺς σχεδίην ἀνέμοισι φέρεσθαι
κάλλιπ᾽ , ἀτὰρ χείρεσσι νέων ἐπιμαίεο νόστου
345
γαίης Φαιήκων , ὅθι τοι μοῖρ᾽ ἐστὶν ἀλύξαι.
τῆ δέ , τόδε κρήδεμνον ὑπὸ στέρνοιο τανύσσαι
ἄμβροτον : οὐδέ τί τοι παθέειν δέος οὐδ᾽ ἀπολέσθαι.
αὐτὰρ ἐπὴν χείρεσσιν ἐφάψεαι ἠπείροιο,
ἂψ ἀπολυσάμενος βαλέειν εἰς οἴνοπα πόντον
350
πολλὸν ἀπ᾽ ἠπείρου , αὐτὸς δ᾽ ἀπονόσφι τραπέσθαι.”
ὣς ἄρα φωνήσασα θεὰ κρήδεμνον ἔδωκεν,
αὐτὴ δ᾽ ἂψ ἐς πόντον ἐδύσετο κυμαίνοντα
αἰθυίῃ ἐικυῖα : μέλαν δέ κῦμα κάλυψεν.
αὐτὰρ μερμήριξε πολύτλας δῖος Ὀδυσσεύς,
355
ὀχθήσας δ᾽ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν:
μοι ἐγώ , μή τίς μοι ὑφαίνῃσιν δόλον αὖτε
ἀθανάτων , τέ με σχεδίης ἀποβῆναι ἀνώγει.
ἀλλὰ μάλ᾽ οὔ πω πείσομ᾽ , ἐπεὶ ἑκὰς ὀφθαλμοῖσιν
γαῖαν ἐγὼν ἰδόμην , ὅθι μοι φάτο φύξιμον εἶναι.
360
ἀλλὰ μάλ᾽ ὧδ᾽ ἔρξω , δοκέει δέ μοι εἶναι ἄριστον: