Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ὄφρ᾽ ἂν μέν κεν δούρατ᾽ ἐν ἁρμονίῃσιν ἀρήρῃ,
τόφρ᾽ αὐτοῦ μενέω καὶ τλήσομαι ἄλγεα πάσχων:
αὐτὰρ ἐπὴν δή μοι σχεδίην διὰ κῦμα τινάξῃ,
νήξομ᾽ , ἐπεὶ οὐ μέν τι πάρα προνοῆσαι ἄμεινον.”
365
ἧος ταῦθ᾽ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,
ὦρσε δ᾽ ἐπὶ μέγα κῦμα Ποσειδάων ἐνοσίχθων,
δεινόν τ᾽ ἀργαλέον τε , κατηρεφές , ἤλασε δ᾽ αὐτόν.
ὡς δ᾽ ἄνεμος ζαὴς ἠΐων θημῶνα τινάξῃ
καρφαλέων : τὰ μὲν ἄρ τε διεσκέδασ᾽ ἄλλυδις ἄλλῃ:
370
ὣς τῆς δούρατα μακρὰ διεσκέδασ᾽ . αὐτὰρ Ὀδυσσεὺς
ἀμφ᾽ ἑνὶ δούρατι βαῖνε , κέληθ᾽ ὡς ἵππον ἐλαύνων,
εἵματα δ᾽ ἐξαπέδυνε , τά οἱ πόρε δῖα Καλυψώ.
αὐτίκα δὲ κρήδεμνον ὑπὸ στέρνοιο τάνυσσεν,
αὐτὸς δὲ πρηνὴς ἁλὶ κάππεσε , χεῖρε πετάσσας,
375
νηχέμεναι μεμαώς . ἴδε δὲ κρείων ἐνοσίχθων,
κινήσας δὲ κάρη προτὶ ὃν μυθήσατο θυμόν:
οὕτω νῦν κακὰ πολλὰ παθὼν ἀλόω κατὰ πόντον,
εἰς κεν ἀνθρώποισι διοτρεφέεσσι μιγήῃς.
ἀλλ᾽ οὐδ᾽ ὥς σε ἔολπα ὀνόσσεσθαι κακότητος.”
380
ὣς ἄρα φωνήσας ἵμασεν καλλίτριχας ἵππους,
ἵκετο δ᾽ εἰς Αἰγάς , ὅθι οἱ κλυτὰ δώματ᾽ ἔασιν.
αὐτὰρ Ἀθηναίη κούρη Διὸς ἄλλ᾽ ἐνόησεν.
τοι τῶν ἄλλων ἀνέμων κατέδησε κελεύθους,
παύσασθαι δ᾽ ἐκέλευσε καὶ εὐνηθῆναι ἅπαντας:
385
ὦρσε δ᾽ ἐπὶ κραιπνὸν Βορέην , πρὸ δὲ κύματ᾽ ἔαξεν,
ἧος Φαιήκεσσι φιληρέτμοισι μιγείη
διογενὴς Ὀδυσεὺς θάνατον καὶ κῆρας ἀλύξας.
ἔνθα δύω νύκτας δύο τ᾽ ἤματα κύματι πηγῷ
πλάζετο , πολλὰ δέ οἱ κραδίη προτιόσσετ᾽ ὄλεθρον.
390
ἀλλ᾽ ὅτε δὴ τρίτον ἦμαρ ἐυπλόκαμος τέλεσ᾽ Ἠώς,