Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
καὶ τότ᾽ ἔπειτ᾽ ἄνεμος μὲν ἐπαύσατο ἠδὲ γαλήνη
ἔπλετο νηνεμίη : δ᾽ ἄρα σχεδὸν εἴσιδε γαῖαν
ὀξὺ μάλα προϊδών , μεγάλου ὑπὸ κύματος ἀρθείς.
ὡς δ᾽ ὅτ᾽ ἂν ἀσπάσιος βίοτος παίδεσσι φανήῃ
395
πατρός , ὃς ἐν νούσῳ κεῖται κρατέρ᾽ ἄλγεα πάσχων,
δηρὸν τηκόμενος , στυγερὸς δέ οἱ ἔχραε δαίμων,
ἀσπάσιον δ᾽ ἄρα τόν γε θεοὶ κακότητος ἔλυσαν,
ὣς Ὀδυσεῖ ἀσπαστὸν ἐείσατο γαῖα καὶ ὕλη,
νῆχε δ᾽ ἐπειγόμενος ποσὶν ἠπείρου ἐπιβῆναι.
400
ἀλλ᾽ ὅτε τόσσον ἀπῆν ὅσσον τε γέγωνε βοήσας,
καὶ δὴ δοῦπον ἄκουσε ποτὶ σπιλάδεσσι θαλάσσης:
ῥόχθει γὰρ μέγα κῦμα ποτὶ ξερὸν ἠπείροιο
δεινὸν ἐρευγόμενον , εἴλυτο δὲ πάνθ᾽ ἁλὸς ἄχνῃ:
οὐ γὰρ ἔσαν λιμένες νηῶν ὄχοι , οὐδ᾽ ἐπιωγαί.
405
ἀλλ᾽ ἀκταὶ προβλῆτες ἔσαν σπιλάδες τε πάγοι τε:
καὶ τότ᾽ Ὀδυσσῆος λύτο γούνατα καὶ φίλον ἦτορ,
ὀχθήσας δ᾽ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν:
μοι , ἐπεὶ δὴ γαῖαν ἀελπέα δῶκεν ἰδέσθαι
Ζεύς , καὶ δὴ τόδε λαῖτμα διατμήξας ἐπέρησα,
410
ἔκβασις οὔ πῃ φαίνεθ᾽ ἁλὸς πολιοῖο θύραζε:
ἔκτοσθεν μὲν γὰρ πάγοι ὀξέες , ἀμφὶ δὲ κῦμα
βέβρυχεν ῥόθιον , λισσὴ δ᾽ ἀναδέδρομε πέτρη,
ἀγχιβαθὴς δὲ θάλασσα , καὶ οὔ πως ἔστι πόδεσσι
στήμεναι ἀμφοτέροισι καὶ ἐκφυγέειν κακότητα:
415
μή πώς μ᾽ ἐκβαίνοντα βάλῃ λίθακι ποτὶ πέτρῃ
κῦμα μέγ᾽ ἁρπάξαν : μελέη δέ μοι ἔσσεται ὁρμή.
εἰ δέ κ᾽ ἔτι προτέρω παρανήξομαι , ἤν που ἐφεύρω
ἠιόνας τε παραπλῆγας λιμένας τε θαλάσσης,
δείδω μή μ᾽ ἐξαῦτις ἀναρπάξασα θύελλα
420
πόντον ἐπ᾽ ἰχθυόεντα φέρῃ βαρέα στενάχοντα,