Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
δαιομένων : δ᾽ ἔνδον ἀοιδιάουσ᾽ ὀπὶ καλῇ
ἱστὸν ἐποιχομένη χρυσείῃ κερκίδ᾽ ὕφαινεν.
ὕλη δὲ σπέος ἀμφὶ πεφύκει τηλεθόωσα,
κλήθρη τ᾽ αἴγειρός τε καὶ εὐώδης κυπάρισσος.
65
ἔνθα δέ τ᾽ ὄρνιθες τανυσίπτεροι εὐνάζοντο,
σκῶπές τ᾽ ἴρηκές τε τανύγλωσσοί τε κορῶναι
εἰνάλιαι , τῇσίν τε θαλάσσια ἔργα μέμηλεν.
δ᾽ αὐτοῦ τετάνυστο περὶ σπείους γλαφυροῖο
ἡμερὶς ἡβώωσα , τεθήλει δὲ σταφυλῇσι.
70
κρῆναι δ᾽ ἑξείης πίσυρες ῥέον ὕδατι λευκῷ,
πλησίαι ἀλλήλων τετραμμέναι ἄλλυδις ἄλλη.
ἀμφὶ δὲ λειμῶνες μαλακοὶ ἴου ἠδὲ σελίνου
θήλεον . ἔνθα κ᾽ ἔπειτα καὶ ἀθάνατός περ ἐπελθὼν
θηήσαιτο ἰδὼν καὶ τερφθείη φρεσὶν ᾗσιν.
75
ἔνθα στὰς θηεῖτο διάκτορος ἀργεϊφόντης.
αὐτὰρ ἐπεὶ δὴ πάντα ἑῷ θηήσατο θυμῷ,
αὐτίκ᾽ ἄρ᾽ εἰς εὐρὺ σπέος ἤλυθεν . οὐδέ μιν ἄντην
ἠγνοίησεν ἰδοῦσα Καλυψώ , δῖα θεάων:
οὐ γάρ τ᾽ ἀγνῶτες θεοὶ ἀλλήλοισι πέλονται
80
ἀθάνατοι , οὐδ᾽ εἴ τις ἀπόπροθι δώματα ναίει.
οὐδ᾽ ἄρ᾽ Ὀδυσσῆα μεγαλήτορα ἔνδον ἔτετμεν,
ἀλλ᾽ γ᾽ ἐπ᾽ ἀκτῆς κλαῖε καθήμενος , ἔνθα πάρος περ,
δάκρυσι καὶ στοναχῇσι καὶ ἄλγεσι θυμὸν ἐρέχθων.
πόντον ἐπ᾽ ἀτρύγετον δερκέσκετο δάκρυα λείβων.
85
Ἑρμείαν δ᾽ ἐρέεινε Καλυψώ , δῖα θεάων,
ἐν θρόνῳ ἱδρύσασα φαεινῷ σιγαλόεντι:
τίπτε μοι , Ἑρμεία χρυσόρραπι , εἰλήλουθας
αἰδοῖός τε φίλος τε ; πάρος γε μὲν οὔ τι θαμίζεις.
αὔδα τι φρονέεις : τελέσαι δέ με θυμὸς ἄνωγεν,
90
εἰ δύναμαι τελέσαι γε καὶ εἰ τετελεσμένον ἐστίν.