Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Ἀρτέμιδί σε ἐγώ γε , Διὸς κούρῃ μεγάλοιο,
εἶδός τε μέγεθός τε φυήν τ᾽ ἄγχιστα ἐίσκω:
εἰ δέ τίς ἐσσι βροτῶν , τοὶ ἐπὶ χθονὶ ναιετάουσιν,
τρὶς μάκαρες μὲν σοί γε πατὴρ καὶ πότνια μήτηρ,
155
τρὶς μάκαρες δὲ κασίγνητοι : μάλα πού σφισι θυμὸς
αἰὲν ἐυφροσύνῃσιν ἰαίνεται εἵνεκα σεῖο,
λευσσόντων τοιόνδε θάλος χορὸν εἰσοιχνεῦσαν.
κεῖνος δ᾽ αὖ περὶ κῆρι μακάρτατος ἔξοχον ἄλλων,
ὅς κέ σ᾽ ἐέδνοισι βρίσας οἶκόνδ᾽ ἀγάγηται.
160
οὐ γάρ πω τοιοῦτον ἴδον βροτὸν ὀφθαλμοῖσιν,
οὔτ᾽ ἄνδρ᾽ οὔτε γυναῖκα : σέβας μ᾽ ἔχει εἰσορόωντα.
Δήλῳ δή ποτε τοῖον Ἀπόλλωνος παρὰ βωμῷ
φοίνικος νέον ἔρνος ἀνερχόμενον ἐνόησα:
ἦλθον γὰρ καὶ κεῖσε , πολὺς δέ μοι ἕσπετο λαός,
165
τὴν ὁδὸν δὴ μέλλεν ἐμοὶ κακὰ κήδε᾽ ἔσεσθαι.
ὣς δ᾽ αὔτως καὶ κεῖνο ἰδὼν ἐτεθήπεα θυμῷ
δήν , ἐπεὶ οὔ πω τοῖον ἀνήλυθεν ἐκ δόρυ γαίης,
ὡς σέ , γύναι , ἄγαμαί τε τέθηπά τε , δείδια δ᾽ αἰνῶς
γούνων ἅψασθαι : χαλεπὸν δέ με πένθος ἱκάνει.
170
χθιζὸς ἐεικοστῷ φύγον ἤματι οἴνοπα πόντον:
τόφρα δέ μ᾽ αἰεὶ κῦμ᾽ ἐφόρει κραιπναί τε θύελλαι
νήσου ἀπ᾽ Ὠγυγίης . νῦν δ᾽ ἐνθάδε κάββαλε δαίμων,
ὄφρ᾽ ἔτι που καὶ τῇδε πάθω κακόν : οὐ γὰρ ὀίω
παύσεσθ᾽ , ἀλλ᾽ ἔτι πολλὰ θεοὶ τελέουσι πάροιθεν.
175
ἀλλά , ἄνασσ᾽ , ἐλέαιρε : σὲ γὰρ κακὰ πολλὰ μογήσας
ἐς πρώτην ἱκόμην , τῶν δ᾽ ἄλλων οὔ τινα οἶδα
ἀνθρώπων , οἳ τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν.
ἄστυ δέ μοι δεῖξον , δὸς δὲ ῥάκος ἀμφιβαλέσθαι,
εἴ τί που εἴλυμα σπείρων ἔχες ἐνθάδ᾽ ἰοῦσα.
180
σοὶ δὲ θεοὶ τόσα δοῖεν ὅσα φρεσὶ σῇσι μενοινᾷς,