Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἄνδρα τε καὶ οἶκον , καὶ ὁμοφροσύνην ὀπάσειαν
ἐσθλήν : οὐ μὲν γὰρ τοῦ γε κρεῖσσον καὶ ἄρειον,
ὅθ᾽ ὁμοφρονέοντε νοήμασιν οἶκον ἔχητον
ἀνὴρ ἠδὲ γυνή : πόλλ᾽ ἄλγεα δυσμενέεσσι,
185
χάρματα δ᾽ εὐμενέτῃσι , μάλιστα δέ τ᾽ ἔκλυον αὐτοί.”
τὸν δ᾽ αὖ Ναυσικάα λευκώλενος ἀντίον ηὔδα:
ξεῖν᾽ , ἐπεὶ οὔτε κακῷ οὔτ᾽ ἄφρονι φωτὶ ἔοικας:
Ζεὺς δ᾽ αὐτὸς νέμει ὄλβον Ὀλύμπιος ἀνθρώποισιν,
ἐσθλοῖς ἠδὲ κακοῖσιν , ὅπως ἐθέλῃσιν , ἑκάστῳ:
190
καί που σοὶ τάδ᾽ ἔδωκε , σὲ δὲ χρὴ τετλάμεν ἔμπης.
νῦν δ᾽ , ἐπεὶ ἡμετέρην τε πόλιν καὶ γαῖαν ἱκάνεις,
οὔτ᾽ οὖν ἐσθῆτος δευήσεαι οὔτε τευ ἄλλου,
ὧν ἐπέοιχ᾽ ἱκέτην ταλαπείριον ἀντιάσαντα.
ἄστυ δέ τοι δείξω , ἐρέω δέ τοι οὔνομα λαῶν.
195
Φαίηκες μὲν τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν,
εἰμὶ δ᾽ ἐγὼ θυγάτηρ μεγαλήτορος Ἀλκινόοιο,
τοῦ δ᾽ ἐκ Φαιήκων ἔχεται κάρτος τε βίη τε.”
ῥα καὶ ἀμφιπόλοισιν ἐυπλοκάμοισι κέλευσε:
στῆτέ μοι , ἀμφίπολοι : πόσε φεύγετε φῶτα ἰδοῦσαι;
200
μή πού τινα δυσμενέων φάσθ᾽ ἔμμεναι ἀνδρῶν;
οὐκ ἔσθ᾽ οὗτος ἀνὴρ διερὸς βροτὸς οὐδὲ γένηται,
ὅς κεν Φαιήκων ἀνδρῶν ἐς γαῖαν ἵκηται
δηιοτῆτα φέρων : μάλα γὰρ φίλοι ἀθανάτοισιν.
οἰκέομεν δ᾽ ἀπάνευθε πολυκλύστῳ ἐνὶ πόντῳ,
205
ἔσχατοι , οὐδέ τις ἄμμι βροτῶν ἐπιμίσγεται ἄλλος.
ἀλλ᾽ ὅδε τις δύστηνος ἀλώμενος ἐνθάδ᾽ ἱκάνει,
τὸν νῦν χρὴ κομέειν : πρὸς γὰρ Διός εἰσιν ἅπαντες
ξεῖνοί τε πτωχοί τε , δόσις δ᾽ ὀλίγη τε φίλη τε.
ἀλλὰ δότ᾽ , ἀμφίπολοι , ξείνῳ βρῶσίν τε πόσιν τε,
210
λούσατέ τ᾽ ἐν ποταμῷ , ὅθ᾽ ἐπὶ σκέπας ἔστ᾽ ἀνέμοιο.”