Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἀλλ᾽ ἱστοὶ καὶ ἐρετμὰ νεῶν καὶ νῆες ἐῖσαι,
ᾗσιν ἀγαλλόμενοι πολιὴν περόωσι θάλασσαν.
τῶν ἀλεείνω φῆμιν ἀδευκέα , μή τις ὀπίσσω
μωμεύῃ : μάλα δ᾽ εἰσὶν ὑπερφίαλοι κατὰ δῆμον:
275
καί νύ τις ὧδ᾽ εἴπῃσι κακώτερος ἀντιβολήσας:
τίς δ᾽ ὅδε Ναυσικάᾳ ἕπεται καλός τε μέγας τε
ξεῖνος ; ποῦ δέ μιν εὗρε ; πόσις νύ οἱ ἔσσεται αὐτῇ.
τινά που πλαγχθέντα κομίσσατο ἧς ἀπὸ νηὸς
ἀνδρῶν τηλεδαπῶν , ἐπεὶ οὔ τινες ἐγγύθεν εἰσίν:
280
τίς οἱ εὐξαμένῃ πολυάρητος θεὸς ἦλθεν
οὐρανόθεν καταβάς , ἕξει δέ μιν ἤματα πάντα.
βέλτερον , εἰ καὐτή περ ἐποιχομένη πόσιν εὗρεν
ἄλλοθεν : γὰρ τούσδε γ᾽ ἀτιμάζει κατὰ δῆμον
Φαίηκας , τοί μιν μνῶνται πολέες τε καὶ ἐσθλοί.’
285
ὣς ἐρέουσιν , ἐμοὶ δέ κ᾽ ὀνείδεα ταῦτα γένοιτο.
καὶ δ᾽ ἄλλῃ νεμεσῶ , τις τοιαῦτά γε ῥέζοι,
τ᾽ ἀέκητι φίλων πατρὸς καὶ μητρὸς ἐόντων,
ἀνδράσι μίσγηται , πρίν γ᾽ ἀμφάδιον γάμον ἐλθεῖν.
ξεῖνε , σὺ δ᾽ ὦκ᾽ ἐμέθεν ξυνίει ἔπος , ὄφρα τάχιστα
290
πομπῆς καὶ νόστοιο τύχῃς παρὰ πατρὸς ἐμοῖο.
δήεις ἀγλαὸν ἄλσος Ἀθήνης ἄγχι κελεύθου
αἰγείρων : ἐν δὲ κρήνη νάει , ἀμφὶ δὲ λειμών:
ἔνθα δὲ πατρὸς ἐμοῦ τέμενος τεθαλυῖά τ᾽ ἀλωή,
τόσσον ἀπὸ πτόλιος , ὅσσον τε γέγωνε βοήσας.
295
ἔνθα καθεζόμενος μεῖναι χρόνον , εἰς κεν ἡμεῖς
ἄστυδε ἔλθωμεν καὶ ἱκώμεθα δώματα πατρός.
αὐτὰρ ἐπὴν ἡμέας ἔλπῃ ποτὶ δώματ᾽ ἀφῖχθαι,
καὶ τότε Φαιήκων ἴμεν ἐς πόλιν ἠδ᾽ ἐρέεσθαι
δώματα πατρὸς ἐμοῦ μεγαλήτορος Ἀλκινόοιο.
300
ῥεῖα δ᾽ ἀρίγνωτ᾽ ἐστί , καὶ ἂν πάϊς ἡγήσαιτο