Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
νήπιος : οὐ μὲν γάρ τι ἐοικότα τοῖσι τέτυκται
δώματα Φαιήκων , οἷος δόμος Ἀλκινόοιο
ἥρωος . ἀλλ᾽ ὁπότ᾽ ἄν σε δόμοι κεκύθωσι καὶ αὐλή,
ὦκα μάλα μεγάροιο διελθέμεν , ὄφρ᾽ ἂν ἵκηαι
305
μητέρ᾽ ἐμήν : δ᾽ ἧσται ἐπ᾽ ἐσχάρῃ ἐν πυρὸς αὐγῇ,
ἠλάκατα στρωφῶσ᾽ ἁλιπόρφυρα , θαῦμα ἰδέσθαι,
κίονι κεκλιμένη : δμωαὶ δέ οἱ εἵατ᾽ ὄπισθεν.
ἔνθα δὲ πατρὸς ἐμοῖο θρόνος ποτικέκλιται αὐτῇ,
τῷ γε οἰνοποτάζει ἐφήμενος ἀθάνατος ὥς.
310
τὸν παραμειψάμενος μητρὸς περὶ γούνασι χεῖρας
βάλλειν ἡμετέρης , ἵνα νόστιμον ἦμαρ ἴδηαι
χαίρων καρπαλίμως , εἰ καὶ μάλα τηλόθεν ἐσσί.
εἴ κέν τοι κείνη γε φίλα φρονέῃσ᾽ ἐνὶ θυμῷ,
ἐλπωρή τοι ἔπειτα φίλους τ᾽ ἰδέειν καὶ ἱκέσθαι
315
οἶκον ἐυκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν.”
ὣς ἄρα φωνήσασ᾽ ἵμασεν μάστιγι φαεινῇ
ἡμιόνους : αἱ δ᾽ ὦκα λίπον ποταμοῖο ῥέεθρα.
αἱ δ᾽ ἐὺ μὲν τρώχων , ἐὺ δὲ πλίσσοντο πόδεσσιν:
δὲ μάλ᾽ ἡνιόχευεν , ὅπως ἅμ᾽ ἑποίατο πεζοὶ
320
ἀμφίπολοί τ᾽ Ὀδυσεύς τε , νόῳ δ᾽ ἐπέβαλλεν ἱμάσθλην.
δύσετό τ᾽ ἠέλιος καὶ τοὶ κλυτὸν ἄλσος ἵκοντο
ἱρὸν Ἀθηναίης , ἵν᾽ ἄρ᾽ ἕζετο δῖος Ὀδυσσεύς.
αὐτίκ᾽ ἔπειτ᾽ ἠρᾶτο Διὸς κούρῃ μεγάλοιο:
κλῦθί μευ , αἰγιόχοιο Διὸς τέκος , Ἀτρυτώνη:
325
νῦν δή πέρ μευ ἄκουσον , ἐπεὶ πάρος οὔ ποτ᾽ ἄκουσας
ῥαιομένου , ὅτε μ᾽ ἔρραιε κλυτὸς ἐννοσίγαιος.
δός μ᾽ ἐς Φαίηκας φίλον ἐλθεῖν ἠδ᾽ ἐλεεινόν.”
ὣς ἔφατ᾽ εὐχόμενος , τοῦ δ᾽ ἔκλυε Παλλὰς Ἀθήνη.
αὐτῷ δ᾽ οὔ πω φαίνετ᾽ ἐναντίη : αἴδετο γάρ ῥα
330
πατροκασίγνητον : δ᾽ ἐπιζαφελῶς μενέαινεν