Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἀλλ᾽ ἴομεν πλυνέουσαι ἅμ᾽ ἠοῖ φαινομένηφι:
καί τοι ἐγὼ συνέριθος ἅμ᾽ ἕψομαι , ὄφρα τάχιστα
ἐντύνεαι , ἐπεὶ οὔ τοι ἔτι δὴν παρθένος ἔσσεαι:
ἤδη γάρ σε μνῶνται ἀριστῆες κατὰ δῆμον
35
πάντων Φαιήκων , ὅθι τοι γένος ἐστὶ καὶ αὐτῇ.
ἀλλ᾽ ἄγ᾽ ἐπότρυνον πατέρα κλυτὸν ἠῶθι πρὸ
ἡμιόνους καὶ ἄμαξαν ἐφοπλίσαι , κεν ἄγῃσι
ζῶστρά τε καὶ πέπλους καὶ ῥήγεα σιγαλόεντα.
καὶ δὲ σοὶ ὧδ᾽ αὐτῇ πολὺ κάλλιον ἠὲ πόδεσσιν
40
ἔρχεσθαι : πολλὸν γὰρ ἀπὸ πλυνοί εἰσι πόληος.”
μὲν ἄρ᾽ ὣς εἰποῦσ᾽ ἀπέβη γλαυκῶπις Ἀθήνη
Οὔλυμπόνδ᾽ , ὅθι φασὶ θεῶν ἕδος ἀσφαλὲς αἰεὶ
ἔμμεναι . οὔτ᾽ ἀνέμοισι τινάσσεται οὔτε ποτ᾽ ὄμβρῳ
δεύεται οὔτε χιὼν ἐπιπίλναται , ἀλλὰ μάλ᾽ αἴθρη
45
πέπταται ἀνέφελος , λευκὴ δ᾽ ἐπιδέδρομεν αἴγλη:
τῷ ἔνι τέρπονται μάκαρες θεοὶ ἤματα πάντα.
ἔνθ᾽ ἀπέβη γλαυκῶπις , ἐπεὶ διεπέφραδε κούρῃ.
αὐτίκα δ᾽ Ἠὼς ἦλθεν ἐύθρονος , μιν ἔγειρε
Ναυσικάαν ἐύπεπλον : ἄφαρ δ᾽ ἀπεθαύμασ᾽ ὄνειρον,
50
βῆ δ᾽ ἰέναι διὰ δώμαθ᾽ , ἵν᾽ ἀγγείλειε τοκεῦσιν,
πατρὶ φίλῳ καὶ μητρί : κιχήσατο δ᾽ ἔνδον ἐόντας:
μὲν ἐπ᾽ ἐσχάρῃ ἧστο σὺν ἀμφιπόλοισι γυναιξὶν
ἠλάκατα στρωφῶσ᾽ ἁλιπόρφυρα : τῷ δὲ θύραζε
ἐρχομένῳ ξύμβλητο μετὰ κλειτοὺς βασιλῆας
55
ἐς βουλήν , ἵνα μιν κάλεον Φαίηκες ἀγαυοί.
δὲ μάλ᾽ ἄγχι στᾶσα φίλον πατέρα προσέειπε:
πάππα φίλ᾽ , οὐκ ἂν δή μοι ἐφοπλίσσειας ἀπήνην
ὑψηλὴν ἐύκυκλον , ἵνα κλυτὰ εἵματ᾽ ἄγωμαι
ἐς ποταμὸν πλυνέουσα , τά μοι ῥερυπωμένα κεῖται;
60
καὶ δὲ σοὶ αὐτῷ ἔοικε μετὰ πρώτοισιν ἐόντα.