Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
αὐτὰρ ἐπὶ σταφυλῇ σταφυλή , σῦκον δ᾽ ἐπὶ σύκῳ.
ἔνθα δέ οἱ πολύκαρπος ἀλωὴ ἐρρίζωται,
τῆς ἕτερον μὲν θειλόπεδον λευρῷ ἐνὶ χώρῳ
τέρσεται ἠελίῳ , ἑτέρας δ᾽ ἄρα τε τρυγόωσιν,
125
ἄλλας δὲ τραπέουσι : πάροιθε δέ τ᾽ ὄμφακές εἰσιν
ἄνθος ἀφιεῖσαι , ἕτεραι δ᾽ ὑποπερκάζουσιν.
ἔνθα δὲ κοσμηταὶ πρασιαὶ παρὰ νείατον ὄρχον
παντοῖαι πεφύασιν , ἐπηετανὸν γανόωσαι:
ἐν δὲ δύω κρῆναι μέν τ᾽ ἀνὰ κῆπον ἅπαντα
130
σκίδναται , δ᾽ ἑτέρωθεν ὑπ᾽ αὐλῆς οὐδὸν ἵησι
πρὸς δόμον ὑψηλόν , ὅθεν ὑδρεύοντο πολῖται.
τοῖ᾽ ἄρ᾽ ἐν Ἀλκινόοιο θεῶν ἔσαν ἀγλαὰ δῶρα.
ἔνθα στὰς θηεῖτο πολύτλας δῖος Ὀδυσσεύς.
αὐτὰρ ἐπεὶ δὴ πάντα ἑῷ θηήσατο θυμῷ,
135
καρπαλίμως ὑπὲρ οὐδὸν ἐβήσετο δώματος εἴσω.
εὗρε δὲ Φαιήκων ἡγήτορας ἠδὲ μέδοντας
σπένδοντας δεπάεσσιν ἐυσκόπῳ ἀργεϊφόντῃ,
πυμάτῳ σπένδεσκον , ὅτε μνησαίατο κοίτου.
αὐτὰρ βῆ διὰ δῶμα πολύτλας δῖος Ὀδυσσεὺς
140
πολλὴν ἠέρ᾽ ἔχων , ἥν οἱ περίχευεν Ἀθήνη,
ὄφρ᾽ ἵκετ᾽ Ἀρήτην τε καὶ Ἀλκίνοον βασιλῆα.
ἀμφὶ δ᾽ ἄρ᾽ Ἀρήτης βάλε γούνασι χεῖρας Ὀδυσσεύς,
καὶ τότε δή ῥ᾽ αὐτοῖο πάλιν χύτο θέσφατος ἀήρ.
οἱ δ᾽ ἄνεῳ ἐγένοντο , δόμον κάτα φῶτα ἰδόντες:
145
θαύμαζον δ᾽ ὁρόωντες . δὲ λιτάνευεν Ὀδυσσεύς:
Ἀρήτη , θύγατερ Ῥηξήνορος ἀντιθέοιο,
σόν τε πόσιν σά τε γούναθ᾽ ἱκάνω πολλὰ μογήσας
τούσδε τε δαιτυμόνας : τοῖσιν θεοὶ ὄλβια δοῖεν
ζωέμεναι , καὶ παισὶν ἐπιτρέψειεν ἕκαστος
150
κτήματ᾽ ἐνὶ μεγάροισι γέρας θ᾽ τι δῆμος ἔδωκεν: