Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
αὐτὰρ ἐμοὶ πομπὴν ὀτρύνετε πατρίδ᾽ ἱκέσθαι
θᾶσσον , ἐπεὶ δὴ δηθὰ φίλων ἄπο πήματα πάσχω.”
ὣς εἰπὼν κατ᾽ ἄρ᾽ ἕζετ᾽ ἐπ᾽ ἐσχάρῃ ἐν κονίῃσιν
πὰρ πυρί : οἱ δ᾽ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
155
ὀψὲ δὲ δὴ μετέειπε γέρων ἥρως Ἐχένηος,
ὃς δὴ Φαιήκων ἀνδρῶν προγενέστερος ἦεν
καὶ μύθοισι κέκαστο , παλαιά τε πολλά τε εἰδώς:
σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν:
Ἀλκίνο᾽ , οὐ μέν τοι τόδε κάλλιον , οὐδὲ ἔοικε,
160
ξεῖνον μὲν χαμαὶ ἧσθαι ἐπ᾽ ἐσχάρῃ ἐν κονίῃσιν,
οἵδε δὲ σὸν μῦθον ποτιδέγμενοι ἰσχανόωνται.
ἄλλ᾽ ἄγε δὴ ξεῖνον μὲν ἐπὶ θρόνου ἀργυροήλου
εἷσον ἀναστήσας , σὺ δὲ κηρύκεσσι κέλευσον
οἶνον ἐπικρῆσαι , ἵνα καὶ Διὶ τερπικεραύνῳ
165
σπείσομεν , ὅς θ᾽ ἱκέτῃσιν ἅμ᾽ αἰδοίοισιν ὀπηδεῖ:
δόρπον δὲ ξείνῳ ταμίη δότω ἔνδον ἐόντων.”
αὐτὰρ ἐπεὶ τό γ᾽ ἄκουσ᾽ ἱερὸν μένος Ἀλκινόοιο,
χειρὸς ἑλὼν Ὀδυσῆα δαΐφρονα ποικιλομήτην
ὦρσεν ἀπ᾽ ἐσχαρόφιν καὶ ἐπὶ θρόνου εἷσε φαεινοῦ,
170
υἱὸν ἀναστήσας ἀγαπήνορα Λαοδάμαντα,
ὅς οἱ πλησίον ἷζε , μάλιστα δέ μιν φιλέεσκεν.
χέρνιβα δ᾽ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα
καλῇ χρυσείῃ ὑπὲρ ἀργυρέοιο λέβητος,
νίψασθαι : παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
175
σῖτον δ᾽ αἰδοίη ταμίη παρέθηκε φέρουσα,
εἴδατα πόλλ᾽ ἐπιθεῖσα , χαριζομένη παρεόντων.
αὐτὰρ πῖνε καὶ ἦσθε πολύτλας δῖος Ὀδυσσεύς.
καὶ τότε κήρυκα προσέφη μένος Ἀλκινόοιο:
Ποντόνοε , κρητῆρα κερασσάμενος μέθυ νεῖμον
180
πᾶσιν ἀνὰ μέγαρον , ἵνα καὶ Διὶ τερπικεραύνῳ