Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
οὕς τινας ὑμεῖς ἴστε μάλιστ᾽ ὀχέοντας ὀιζὺν
ἀνθρώπων , τοῖσίν κεν ἐν ἄλγεσιν ἰσωσαίμην.
καὶ δ᾽ ἔτι κεν καὶ μᾶλλον ἐγὼ κακὰ μυθησαίμην,
ὅσσα γε δὴ ξύμπαντα θεῶν ἰότητι μόγησα.
215
ἀλλ᾽ ἐμὲ μὲν δορπῆσαι ἐάσατε κηδόμενόν περ:
οὐ γάρ τι στυγερῇ ἐπὶ γαστέρι κύντερον ἄλλο
ἔπλετο , τ᾽ ἐκέλευσεν ἕο μνήσασθαι ἀνάγκῃ
καὶ μάλα τειρόμενον καὶ ἐνὶ φρεσὶ πένθος ἔχοντα,
ὡς καὶ ἐγὼ πένθος μὲν ἔχω φρεσίν , δὲ μάλ᾽ αἰεὶ
220
ἐσθέμεναι κέλεται καὶ πινέμεν , ἐκ δέ με πάντων
ληθάνει ὅσσ᾽ ἔπαθον , καὶ ἐνιπλησθῆναι ἀνώγει.
ὑμεῖς δ᾽ ὀτρύνεσθαι ἅμ᾽ ἠοῖ φαινομένηφιν,
ὥς κ᾽ ἐμὲ τὸν δύστηνον ἐμῆς ἐπιβήσετε πάτρης
καί περ πολλὰ παθόντα : ἰδόντα με καὶ λίποι αἰὼν
225
κτῆσιν ἐμήν , δμῶάς τε καὶ ὑψερεφὲς μέγα δῶμα.”
ὣς ἔφαθ᾽ , οἱ δ᾽ ἄρα πάντες ἐπῄνεον ἠδ᾽ ἐκέλευον
πεμπέμεναι τὸν ξεῖνον , ἐπεὶ κατὰ μοῖραν ἔειπεν.
αὐτὰρ ἐπεὶ σπεῖσάν τ᾽ ἔπιον θ᾽ ὅσον ἤθελε θυμός,
οἱ μὲν κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος,
230
αὐτὰρ ἐν μεγάρῳ ὑπελείπετο δῖος Ὀδυσσεύς,
πὰρ δέ οἱ Ἀρήτη τε καὶ Ἀλκίνοος θεοειδὴς
ἥσθην : ἀμφίπολοι δ᾽ ἀπεκόσμεον ἔντεα δαιτός.
τοῖσιν δ᾽ Ἀρήτη λευκώλενος ἤρχετο μύθων:
ἔγνω γὰρ φᾶρός τε χιτῶνά τε εἵματ᾽ ἰδοῦσα
235
καλά , τά ῥ᾽ αὐτὴ τεῦξε σὺν ἀμφιπόλοισι γυναιξί:
καί μιν φωνήσασ᾽ ἔπεα πτερόεντα προσηύδα:
ξεῖνε , τὸ μέν σε πρῶτον ἐγὼν εἰρήσομαι αὐτή:
τίς πόθεν εἰς ἀνδρῶν ; τίς τοι τάδε εἵματ᾽ ἔδωκεν;
οὐ δὴ φῆς ἐπὶ πόντον ἀλώμενος ἐνθάδ᾽ ἱκέσθαι;”
240
τὴν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς: