Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἀργαλέον , βασίλεια , διηνεκέως ἀγορεῦσαι
κήδε᾽ , ἐπεί μοι πολλὰ δόσαν θεοὶ Οὐρανίωνες:
τοῦτο δέ τοι ἐρέω μ᾽ ἀνείρεαι ἠδὲ μεταλλᾷς.
Ὠγυγίη τις νῆσος ἀπόπροθεν εἰν ἁλὶ κεῖται:
245
ἔνθα μὲν Ἄτλαντος θυγάτηρ , δολόεσσα Καλυψὼ
ναίει ἐυπλόκαμος , δεινὴ θεός : οὐδέ τις αὐτῇ
μίσγεται οὔτε θεῶν οὔτε θνητῶν ἀνθρώπων.
ἀλλ᾽ ἐμὲ τὸν δύστηνον ἐφέστιον ἤγαγε δαίμων
οἶον , ἐπεί μοι νῆα θοὴν ἀργῆτι κεραυνῷ
250
Ζεὺς ἔλσας ἐκέασσε μέσῳ ἐνὶ οἴνοπι πόντῳ.
ἔνθ᾽ ἄλλοι μὲν πάντες ἀπέφθιθεν ἐσθλοὶ ἑταῖροι,
αὐτὰρ ἐγὼ τρόπιν ἀγκὰς ἑλὼν νεὸς ἀμφιελίσσης
ἐννῆμαρ φερόμην : δεκάτῃ δέ με νυκτὶ μελαίνῃ
νῆσον ἐς Ὠγυγίην πέλασαν θεοί , ἔνθα Καλυψὼ
255
ναίει ἐυπλόκαμος , δεινὴ θεός , με λαβοῦσα
ἐνδυκέως ἐφίλει τε καὶ ἔτρεφεν ἠδὲ ἔφασκε
θήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα:
ἀλλ᾽ ἐμὸν οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθεν.
ἔνθα μὲν ἑπτάετες μένον ἔμπεδον , εἵματα δ᾽ αἰεὶ
260
δάκρυσι δεύεσκον , τά μοι ἄμβροτα δῶκε Καλυψώ:
ἀλλ᾽ ὅτε δὴ ὀγδόατόν μοι ἐπιπλόμενον ἔτος ἦλθεν,
καὶ τότε δή μ᾽ ἐκέλευσεν ἐποτρύνουσα νέεσθαι
Ζηνὸς ὑπ᾽ ἀγγελίης , καὶ νόος ἐτράπετ᾽ αὐτῆς.
πέμπε δ᾽ ἐπὶ σχεδίης πολυδέσμου , πολλὰ δ᾽ ἔδωκε,
265
σῖτον καὶ μέθυ ἡδύ , καὶ ἄμβροτα εἵματα ἕσσεν,
οὖρον δὲ προέηκεν ἀπήμονά τε λιαρόν τε.
ἑπτὰ δὲ καὶ δέκα μὲν πλέον ἤματα ποντοπορεύων,
ὀκτωκαιδεκάτῃ δ᾽ ἐφάνη ὄρεα σκιόεντα
γαίης ὑμετέρης , γήθησε δέ μοι φίλον ἦτορ
270
δυσμόρῳ : γὰρ ἔμελλον ἔτι ξυνέσεσθαι ὀιζυῖ