Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
πολλῇ , τήν μοι ἐπῶρσε Ποσειδάων ἐνοσίχθων,
ὅς μοι ἐφορμήσας ἀνέμους κατέδησε κέλευθον,
ὤρινεν δὲ θάλασσαν ἀθέσφατον , οὐδέ τι κῦμα
εἴα ἐπὶ σχεδίης ἁδινὰ στενάχοντα φέρεσθαι.
275
τὴν μὲν ἔπειτα θύελλα διεσκέδασ᾽ : αὐτὰρ ἐγώ γε
νηχόμενος τόδε λαῖτμα διέτμαγον , ὄφρα με γαίῃ
ὑμετέρῃ ἐπέλασσε φέρων ἄνεμός τε καὶ ὕδωρ.
ἔνθα κέ μ᾽ ἐκβαίνοντα βιήσατο κῦμ᾽ ἐπὶ χέρσου,
πέτρῃς πρὸς μεγάλῃσι βαλὸν καὶ ἀτερπέι χώρῳ:
280
ἀλλ᾽ ἀναχασσάμενος νῆχον πάλιν , ἧος ἐπῆλθον
ἐς ποταμόν , τῇ δή μοι ἐείσατο χῶρος ἄριστος,
λεῖος πετράων , καὶ ἐπὶ σκέπας ἦν ἀνέμοιο.
ἐκ δ᾽ ἔπεσον θυμηγερέων , ἐπὶ δ᾽ ἀμβροσίη νὺξ
ἤλυθ᾽ . ἐγὼ δ᾽ ἀπάνευθε διιπετέος ποταμοῖο
285
ἐκβὰς ἐν θάμνοισι κατέδραθον , ἀμφὶ δὲ φύλλα
ἠφυσάμην : ὕπνον δὲ θεὸς κατ᾽ ἀπείρονα χεῦεν.
ἔνθα μὲν ἐν φύλλοισι φίλον τετιημένος ἦτορ
εὗδον παννύχιος καὶ ἐπ᾽ ἠῶ καὶ μέσον ἦμαρ.
δείλετό τ᾽ ἠέλιος καί με γλυκὺς ὕπνος ἀνῆκεν.
290
ἀμφιπόλους δ᾽ ἐπὶ θινὶ τεῆς ἐνόησα θυγατρὸς
παιζούσας , ἐν δ᾽ αὐτὴ ἔην ἐικυῖα θεῇσι:
τὴν ἱκέτευσ᾽ : δ᾽ οὔ τι νοήματος ἤμβροτεν ἐσθλοῦ,
ὡς οὐκ ἂν ἔλποιο νεώτερον ἀντιάσαντα
ἐρξέμεν : αἰεὶ γάρ τε νεώτεροι ἀφραδέουσιν.
295
μοι σῖτον ἔδωκεν ἅλις ἠδ᾽ αἴθοπα οἶνον
καὶ λοῦσ᾽ ἐν ποταμῷ καί μοι τάδε εἵματ᾽ ἔδωκε.
ταῦτά τοι ἀχνύμενός περ ἀληθείην κατέλεξα.”
τὸν δ᾽ αὖτ᾽ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε:
ξεῖν᾽ , τοι μὲν τοῦτο γ᾽ ἐναίσιμον οὐκ ἐνόησε
300
παῖς ἐμή , οὕνεκά σ᾽ οὔ τι μετ᾽ ἀμφιπόλοισι γυναιξὶν