Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἦγεν ἐς ἡμέτερον , σὺ δ᾽ ἄρα πρώτην ἱκέτευσας.”
τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς:
ἥρως , μή τοι τοὔνεκ᾽ ἀμύμονα νείκεε κούρην:
μὲν γάρ μ᾽ ἐκέλευε σὺν ἀμφιπόλοισιν ἕπεσθαι,
305
ἀλλ᾽ ἐγὼ οὐκ ἔθελον δείσας αἰσχυνόμενός τε,
μή πως καὶ σοὶ θυμὸς ἐπισκύσσαιτο ἰδόντι:
δύσζηλοι γάρ τ᾽ εἰμὲν ἐπὶ χθονὶ φῦλ᾽ ἀνθρώπων.”
τὸν δ᾽ αὖτ᾽ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε:
ξεῖν᾽ , οὔ μοι τοιοῦτον ἐνὶ στήθεσσι φίλον κῆρ
310
μαψιδίως κεχολῶσθαι : ἀμείνω δ᾽ αἴσιμα πάντα.
αἲ γάρ , Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,
τοῖος ἐὼν οἷός ἐσσι , τά τε φρονέων τ᾽ ἐγώ περ,
παῖδά τ᾽ ἐμὴν ἐχέμεν καὶ ἐμὸς γαμβρὸς καλέεσθαι
αὖθι μένων : οἶκον δέ κ᾽ ἐγὼ καὶ κτήματα δοίην,
315
εἴ κ᾽ ἐθέλων γε μένοις : ἀέκοντα δέ σ᾽ οὔ τις ἐρύξει
Φαιήκων : μὴ τοῦτο φίλον Διὶ πατρὶ γένοιτο.
πομπὴν δ᾽ ἐς τόδ᾽ ἐγὼ τεκμαίρομαι , ὄφρ᾽ ἐὺ εἰδῇς,
αὔριον ἔς : τῆμος δὲ σὺ μὲν δεδμημένος ὕπνῳ
λέξεαι , οἱ δ᾽ ἐλόωσι γαλήνην , ὄφρ᾽ ἂν ἵκηαι
320
πατρίδα σὴν καὶ δῶμα , καὶ εἴ πού τοι φίλον ἐστίν,
εἴ περ καὶ μάλα πολλὸν ἑκαστέρω ἔστ᾽ Εὐβοίης,
τήν περ τηλοτάτω φάσ᾽ ἔμμεναι , οἵ μιν ἴδοντο
λαῶν ἡμετέρων , ὅτε τε ξανθὸν Ῥαδάμανθυν
ἦγον ἐποψόμενον Τιτυὸν Γαιήιον υἱόν.
325
καὶ μὲν οἱ ἔνθ᾽ ἦλθον καὶ ἄτερ καμάτοιο τέλεσσαν
ἤματι τῷ αὐτῷ καὶ ἀπήνυσαν οἴκαδ᾽ ὀπίσσω.
εἰδήσεις δὲ καὶ αὐτὸς ἐνὶ φρεσὶν ὅσσον ἄρισται
νῆες ἐμαὶ καὶ κοῦροι ἀναρρίπτειν ἅλα πηδῷ.”
ὣς φάτο , γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,
330
εὐχόμενος δ᾽ ἄρα εἶπεν , ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζεν: