Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Ζεῦ πάτερ , αἴθ᾽ ὅσα εἶπε τελευτήσειεν ἅπαντα
Ἀλκίνοος : τοῦ μέν κεν ἐπὶ ζείδωρον ἄρουραν
ἄσβεστον κλέος εἴη , ἐγὼ δέ κε πατρίδ᾽ ἱκοίμην.”
ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον:
335
κέκλετο δ᾽ Ἀρήτη λευκώλενος ἀμφιπόλοισιν
δέμνι᾽ ὑπ᾽ αἰθούσῃ θέμεναι καὶ ῥήγεα καλὰ
πορφύρε᾽ ἐμβαλέειν , στορέσαι τ᾽ ἐφύπερθε τάπητας
χλαίνας τ᾽ ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι.
αἱ δ᾽ ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι:
340
αὐτὰρ ἐπεὶ στόρεσαν πυκινὸν λέχος ἐγκονέουσαι,
ὤτρυνον δ᾽ Ὀδυσῆα παριστάμεναι ἐπέεσσιν:
ὄρσο κέων , ξεῖνε : πεποίηται δέ τοι εὐνή.”
ὣς φάν , τῷ δ᾽ ἀσπαστὸν ἐείσατο κοιμηθῆναι.
ὣς μὲν ἔνθα καθεῦδε πολύτλας δῖος Ὀδυσσεὺς
345
τρητοῖς ἐν λεχέεσσιν ὑπ᾽ αἰθούσῃ ἐριδούπῳ:
Ἀλκίνοος δ᾽ ἄρα λέκτο μυχῷ δόμου ὑψηλοῖο,
πὰρ δὲ γυνὴ δέσποινα λέχος πόρσυνε καὶ εὐνήν.