Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
8
ἦμος δ᾽ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
ὤρνυτ᾽ ἄρ᾽ ἐξ εὐνῆς ἱερὸν μένος Ἀλκινόοιο,
ἂν δ᾽ ἄρα διογενὴς ὦρτο πτολίπορθος Ὀδυσσεύς.
τοῖσιν δ᾽ ἡγεμόνευ᾽ ἱερὸν μένος Ἀλκινόοιο
5
Φαιήκων ἀγορήνδ᾽ , σφιν παρὰ νηυσὶ τέτυκτο.
ἐλθόντες δὲ καθῖζον ἐπὶ ξεστοῖσι λίθοισι
πλησίον . δ᾽ ἀνὰ ἄστυ μετῴχετο Παλλὰς Ἀθήνη
εἰδομένη κήρυκι δαΐφρονος Ἀλκινόοιο,
νόστον Ὀδυσσῆι μεγαλήτορι μητιόωσα,
10
καί ῥα ἑκάστῳ φωτὶ παρισταμένη φάτο μῦθον:
δεῦτ᾽ ἄγε , Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,
εἰς ἀγορὴν ἰέναι , ὄφρα ξείνοιο πύθησθε,
ὃς νέον Ἀλκινόοιο δαΐφρονος ἵκετο δῶμα
πόντον ἐπιπλαγχθείς , δέμας ἀθανάτοισιν ὁμοῖος.”
15
ὣς εἰποῦσ᾽ ὤτρυνε μένος καὶ θυμὸν ἑκάστου.
καρπαλίμως δ᾽ ἔμπληντο βροτῶν ἀγοραί τε καὶ ἕδραι
ἀγρομένων : πολλοὶ δ᾽ ἄρ᾽ ἐθηήσαντο ἰδόντες
υἱὸν Λαέρταο δαΐφρονα : τῷ δ᾽ ἄρ᾽ Ἀθήνη
θεσπεσίην κατέχευε χάριν κεφαλῇ τε καὶ ὤμοις
20
καί μιν μακρότερον καὶ πάσσονα θῆκεν ἰδέσθαι,
ὥς κεν Φαιήκεσσι φίλος πάντεσσι γένοιτο
δεινός τ᾽ αἰδοῖός τε καὶ ἐκτελέσειεν ἀέθλους
πολλούς , τοὺς Φαίηκες ἐπειρήσαντ᾽ Ὀδυσῆος.
αὐτὰρ ἐπεί ῥ᾽ ἤγερθεν ὁμηγερέες τ᾽ ἐγένοντο,
25
τοῖσιν δ᾽ Ἀλκίνοος ἀγορήσατο καὶ μετέειπε:
κέκλυτε , Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,
ὄφρ᾽ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
ξεῖνος ὅδ᾽ , οὐκ οἶδ᾽ ὅς τις , ἀλώμενος ἵκετ᾽ ἐμὸν δῶ,
ἠὲ πρὸς ἠοίων ἑσπερίων ἀνθρώπων:
30
πομπὴν δ᾽ ὀτρύνει , καὶ λίσσεται ἔμπεδον εἶναι.