Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
τοῖσι δ᾽ ἀπὸ νύσσης τέτατο δρόμος : οἱ δ᾽ ἅμα πάντες
καρπαλίμως ἐπέτοντο κονίοντες πεδίοιο:
τῶν δὲ θέειν ὄχ᾽ ἄριστος ἔην Κλυτόνηος ἀμύμων:
ὅσσον τ᾽ ἐν νειῷ οὖρον πέλει ἡμιόνοιιν,
125
τόσσον ὑπεκπροθέων λαοὺς ἵκεθ᾽ , οἱ δ᾽ ἐλίποντο.
οἱ δὲ παλαιμοσύνης ἀλεγεινῆς πειρήσαντο:
τῇ δ᾽ αὖτ᾽ Εὐρύαλος ἀπεκαίνυτο πάντας ἀρίστους.
ἅλματι δ᾽ Ἀμφίαλος πάντων προφερέστατος ἦεν:
δίσκῳ δ᾽ αὖ πάντων πολὺ φέρτατος ἦεν Ἐλατρεύς,
130
πὺξ δ᾽ αὖ Λαοδάμας , ἀγαθὸς πάϊς Ἀλκινόοιο.
αὐτὰρ ἐπεὶ δὴ πάντες ἐτέρφθησαν φρέν᾽ ἀέθλοις,
τοῖς ἄρα Λαοδάμας μετέφη πάϊς Ἀλκινόοιο:
δεῦτε , φίλοι , τὸν ξεῖνον ἐρώμεθα εἴ τιν᾽ ἄεθλον
οἶδέ τε καὶ δεδάηκε . φυήν γε μὲν οὐ κακός ἐστι,
135
μηρούς τε κνήμας τε καὶ ἄμφω χεῖρας ὕπερθεν
αὐχένα τε στιβαρὸν μέγα τε σθένος : οὐδέ τι ἥβης
δεύεται , ἀλλὰ κακοῖσι συνέρρηκται πολέεσσιν:
οὐ γὰρ ἐγώ γέ τί φημι κακώτερον ἄλλο θαλάσσης
ἄνδρα γε συγχεῦαι , εἰ καὶ μάλα καρτερὸς εἴη.”
140
τὸν δ᾽ αὖτ᾽ Εὐρύαλος ἀπαμείβετο φώνησέν τε:
Λαοδάμα , μάλα τοῦτο ἔπος κατὰ μοῖραν ἔειπες.
αὐτὸς νῦν προκάλεσσαι ἰὼν καὶ πέφραδε μῦθον.”
αὐτὰρ ἐπεὶ τό γ᾽ ἄκουσ᾽ ἀγαθὸς πάϊς Ἀλκινόοιο,
στῆ ῥ᾽ ἐς μέσσον ἰὼν καὶ Ὀδυσσῆα προσέειπε:
145
δεῦρ᾽ ἄγε καὶ σύ , ξεῖνε πάτερ , πείρησαι ἀέθλων,
εἴ τινά που δεδάηκας : ἔοικε δέ σ᾽ ἴδμεν ἀέθλους:
οὐ μὲν γὰρ μεῖζον κλέος ἀνέρος ὄφρα κ᾽ ἔῃσιν,
τι ποσσίν τε ῥέξῃ καὶ χερσὶν ἑῇσιν.
ἀλλ᾽ ἄγε πείρησαι , σκέδασον δ᾽ ἀπὸ κήδεα θυμοῦ.
150
σοὶ δ᾽ ὁδὸς οὐκέτι δηρὸν ἀπέσσεται , ἀλλά τοι ἤδη