Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
νηῦς τε κατείρυσται καὶ ἐπαρτέες εἰσὶν ἑταῖροι.”
τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς:
Λαοδάμα , τί με ταῦτα κελεύετε κερτομέοντες;
κήδεά μοι καὶ μᾶλλον ἐνὶ φρεσὶν περ ἄεθλοι,
155
ὃς πρὶν μὲν μάλα πολλὰ πάθον καὶ πολλὰ μόγησα,
νῦν δὲ μεθ᾽ ὑμετέρῃ ἀγορῇ νόστοιο χατίζων
ἧμαι , λισσόμενος βασιλῆά τε πάντα τε δῆμον.”
τὸν δ᾽ αὖτ᾽ Εὐρύαλος ἀπαμείβετο νείκεσέ τ᾽ ἄντην:
οὐ γάρ σ᾽ οὐδέ , ξεῖνε , δαήμονι φωτὶ ἐίσκω
160
ἄθλων , οἷά τε πολλὰ μετ᾽ ἀνθρώποισι πέλονται,
ἀλλὰ τῷ , ὅς θ᾽ ἅμα νηὶ πολυκλήιδι θαμίζων,
ἀρχὸς ναυτάων οἵ τε πρηκτῆρες ἔασιν,
φόρτου τε μνήμων καὶ ἐπίσκοπος ᾖσιν ὁδαίων
κερδέων θ᾽ ἁρπαλέων : οὐδ᾽ ἀθλητῆρι ἔοικας.”
165
τὸν δ᾽ ἄρ᾽ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς:
ξεῖν᾽ , οὐ καλὸν ἔειπες : ἀτασθάλῳ ἀνδρὶ ἔοικας.
οὕτως οὐ πάντεσσι θεοὶ χαρίεντα διδοῦσιν
ἀνδράσιν , οὔτε φυὴν οὔτ᾽ ἂρ φρένας οὔτ᾽ ἀγορητύν.
ἄλλος μὲν γάρ τ᾽ εἶδος ἀκιδνότερος πέλει ἀνήρ,
170
ἀλλὰ θεὸς μορφὴν ἔπεσι στέφει , οἱ δέ τ᾽ ἐς αὐτὸν
τερπόμενοι λεύσσουσιν : δ᾽ ἀσφαλέως ἀγορεύει
αἰδοῖ μειλιχίῃ , μετὰ δὲ πρέπει ἀγρομένοισιν,
ἐρχόμενον δ᾽ ἀνὰ ἄστυ θεὸν ὣς εἰσορόωσιν.
ἄλλος δ᾽ αὖ εἶδος μὲν ἀλίγκιος ἀθανάτοισιν,
175
ἀλλ᾽ οὔ οἱ χάρις ἀμφιπεριστέφεται ἐπέεσσιν,
ὡς καὶ σοὶ εἶδος μὲν ἀριπρεπές , οὐδέ κεν ἄλλως
οὐδὲ θεὸς τεύξειε , νόον δ᾽ ἀποφώλιός ἐσσι.
ὤρινάς μοι θυμὸν ἐνὶ στήθεσσι φίλοισιν
εἰπὼν οὐ κατὰ κόσμον . ἐγὼ δ᾽ οὐ νῆις ἀέθλων,
180
ὡς σύ γε μυθεῖαι , ἀλλ᾽ ἐν πρώτοισιν ὀίω