Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἔμμεναι , ὄφρ᾽ ἥβῃ τε πεποίθεα χερσί τ᾽ ἐμῇσι.
νῦν δ᾽ ἔχομαι κακότητι καὶ ἄλγεσι : πολλὰ γὰρ ἔτλην
ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων.
ἀλλὰ καὶ ὥς , κακὰ πολλὰ παθών , πειρήσομ᾽ ἀέθλων:
185
θυμοδακὴς γὰρ μῦθος , ἐπώτρυνας δέ με εἰπών.”
ῥα καὶ αὐτῷ φάρει ἀναΐξας λάβε δίσκον
μείζονα καὶ πάχετον , στιβαρώτερον οὐκ ὀλίγον περ
οἵῳ Φαίηκες ἐδίσκεον ἀλλήλοισι.
τόν ῥα περιστρέψας ἧκε στιβαρῆς ἀπὸ χειρός,
190
βόμβησεν δὲ λίθος : κατὰ δ᾽ ἔπτηξαν ποτὶ γαίῃ
Φαίηκες δολιχήρετμοι , ναυσίκλυτοι ἄνδρες,
λᾶος ὑπὸ ῥιπῆς : δ᾽ ὑπέρπτατο σήματα πάντων
ῥίμφα θέων ἀπὸ χειρός . ἔθηκε δὲ τέρματ᾽ Ἀθήνη
ἀνδρὶ δέμας ἐικυῖα , ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζεν:
195
καί κ᾽ ἀλαός τοι , ξεῖνε , διακρίνειε τὸ σῆμα
ἀμφαφόων , ἐπεὶ οὔ τι μεμιγμένον ἐστὶν ὁμίλῳ,
ἀλλὰ πολὺ πρῶτον . σὺ δὲ θάρσει τόνδε γ᾽ ἄεθλον:
οὔ τις Φαιήκων τόδε γ᾽ ἵξεται , οὐδ᾽ ὑπερήσει.”
ὣς φάτο , γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,
200
χαὶρων , οὕνεχ᾽ ἑταῖρον ἐνηέα λεῦσσ᾽ ἐν ἀγῶνι.
καὶ τότε κουφότερον μετεφώνεε Φαιήκεσσιν:
τοῦτον νῦν ἀφίκεσθε , νέοι . τάχα δ᾽ ὕστερον ἄλλον
ἥσειν τοσσοῦτον ὀίομαι ἔτι μᾶσσον.
τῶν δ᾽ ἄλλων ὅτινα κραδίη θυμός τε κελεύει,
205
δεῦρ᾽ ἄγε πειρηθήτω , ἐπεί μ᾽ ἐχολώσατε λίην,
πὺξ ἠὲ πάλῃ καὶ ποσίν , οὔ τι μεγαίρω,
πάντων Φαιήκων , πλήν γ᾽ αὐτοῦ Λαοδάμαντος.
ξεῖνος γάρ μοι ὅδ᾽ ἐστί : τίς ἂν φιλέοντι μάχοιτο;
ἄφρων δὴ κεῖνός γε καὶ οὐτιδανὸς πέλει ἀνήρ,
210
ὅς τις ξεινοδόκῳ ἔριδα προφέρηται ἀέθλων