Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἀλλ᾽ ἄγε νῦν ἐμέθεν ξυνίει ἔπος , ὄφρα καὶ ἄλλῳ
εἴπῃς ἡρώων , ὅτε κεν σοῖς ἐν μεγάροισι
δαινύῃ παρὰ σῇ τ᾽ ἀλόχῳ καὶ σοῖσι τέκεσσιν,
ἡμετέρης ἀρετῆς μεμνημένος , οἷα καὶ ἡμῖν
245
Ζεὺς ἐπὶ ἔργα τίθησι διαμπερὲς ἐξ ἔτι πατρῶν.
οὐ γὰρ πυγμάχοι εἰμὲν ἀμύμονες οὐδὲ παλαισταί,
ἀλλὰ ποσὶ κραιπνῶς θέομεν καὶ νηυσὶν ἄριστοι,
αἰεὶ δ᾽ ἡμῖν δαίς τε φίλη κίθαρις τε χοροί τε
εἵματά τ᾽ ἐξημοιβὰ λοετρά τε θερμὰ καὶ εὐναί.
250
ἀλλ᾽ ἄγε , Φαιήκων βητάρμονες ὅσσοι ἄριστοι,
παίσατε , ὥς χ᾽ ξεῖνος ἐνίσπῃ οἷσι φίλοισιν
οἴκαδε νοστήσας , ὅσσον περιγιγνόμεθ᾽ ἄλλων
ναυτιλίῃ καὶ ποσσὶ καὶ ὀρχηστυῖ καὶ ἀοιδῇ.
Δημοδόκῳ δέ τις αἶψα κιὼν φόρμιγγα λίγειαν
255
οἰσέτω , που κεῖται ἐν ἡμετέροισι δόμοισιν.”
ὣς ἔφατ᾽ Ἀλκίνοος θεοείκελος , ὦρτο δὲ κῆρυξ
οἴσων φόρμιγγα γλαφυρὴν δόμου ἐκ βασιλῆος.
αἰσυμνῆται δὲ κριτοὶ ἐννέα πάντες ἀνέσταν
δήμιοι , οἳ κατ᾽ ἀγῶνας ἐὺ πρήσσεσκον ἕκαστα,
260
λείηναν δὲ χορόν , καλὸν δ᾽ εὔρυναν ἀγῶνα.
κῆρυξ δ᾽ ἐγγύθεν ἦλθε φέρων φόρμιγγα λίγειαν
Δημοδόκῳ : δ᾽ ἔπειτα κί᾽ ἐς μέσον : ἀμφὶ δὲ κοῦροι
πρωθῆβαι ἵσταντο , δαήμονες ὀρχηθμοῖο,
πέπληγον δὲ χορὸν θεῖον ποσίν . αὐτὰρ Ὀδυσσεὺς
265
μαρμαρυγὰς θηεῖτο ποδῶν , θαύμαζε δὲ θυμῷ.
αὐτὰρ φορμίζων ἀνεβάλλετο καλὸν ἀείδειν
ἀμφ᾽ Ἄρεος φιλότητος εὐστεφάνου τ᾽ Ἀφροδίτης,
ὡς τὰ πρῶτα μίγησαν ἐν Ἡφαίστοιο δόμοισι
λάθρῃ , πολλὰ δ᾽ ἔδωκε , λέχος δ᾽ ᾔσχυνε καὶ εὐνὴν
270
Ἡφαίστοιο ἄνακτος . ἄφαρ δέ οἱ ἄγγελος ἦλθεν