Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
αὖτις ὑποστρέψας πρὶν Λήμνου γαῖαν ἱκέσθαι:
Ἠέλιος γάρ οἱ σκοπιὴν ἔχεν εἶπέ τε μῦθον.
βῆ δ᾽ ἴμεναι πρὸς δῶμα φίλον τετιημένος ἦτορ:
ἔστη δ᾽ ἐν προθύροισι , χόλος δέ μιν ἄγριος ᾕρει:
305
σμερδαλέον δ᾽ ἐβόησε , γέγωνέ τε πᾶσι θεοῖσιν:
Ζεῦ πάτερ ἠδ᾽ ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες,
δεῦθ᾽ , ἵνα ἔργα γελαστὰ καὶ οὐκ ἐπιεικτὰ ἴδησθε,
ὡς ἐμὲ χωλὸν ἐόντα Διὸς θυγάτηρ Ἀφροδίτη
αἰὲν ἀτιμάζει , φιλέει δ᾽ ἀίδηλον Ἄρηα,
310
οὕνεχ᾽ μὲν καλός τε καὶ ἀρτίπος , αὐτὰρ ἐγώ γε
ἠπεδανὸς γενόμην . ἀτὰρ οὔ τί μοι αἴτιος ἄλλος,
ἀλλὰ τοκῆε δύω , τὼ μὴ γείνασθαι ὄφελλον.
ἀλλ᾽ ὄψεσθ᾽ , ἵνα τώ γε καθεύδετον ἐν φιλότητι
εἰς ἐμὰ δέμνια βάντες , ἐγὼ δ᾽ ὁρόων ἀκάχημαι.
315
οὐ μέν σφεας ἔτ᾽ ἔολπα μίνυνθά γε κειέμεν οὕτως
καὶ μάλα περ φιλέοντε : τάχ᾽ οὐκ ἐθελήσετον ἄμφω
εὕδειν : ἀλλά σφωε δόλος καὶ δεσμὸς ἐρύξει,
εἰς κέ μοι μάλα πάντα πατὴρ ἀποδῷσιν ἔεδνα,
ὅσσα οἱ ἐγγυάλιξα κυνώπιδος εἵνεκα κούρης,
320
οὕνεκά οἱ καλὴ θυγάτηρ , ἀτὰρ οὐκ ἐχέθυμος.”
ὣς ἔφαθ᾽ , οἱ δ᾽ ἀγέροντο θεοὶ ποτὶ χαλκοβατὲς δῶ:
ἦλθε Ποσειδάων γαιήοχος , ἦλθ᾽ ἐριούνης
Ἑρμείας , ἦλθεν δὲ ἄναξ ἑκάεργος Ἀπόλλων.
θηλύτεραι δὲ θεαὶ μένον αἰδοῖ οἴκοι ἑκάστη.
325
ἔσταν δ᾽ ἐν προθύροισι θεοί , δωτῆρες ἑάων:
ἄσβεστος δ᾽ ἄρ᾽ ἐνῶρτο γέλως μακάρεσσι θεοῖσι
τέχνας εἰσορόωσι πολύφρονος Ἡφαίστοιο.
ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον:
οὐκ ἀρετᾷ κακὰ ἔργα : κιχάνει τοι βραδὺς ὠκύν,
330
ὡς καὶ νῦν Ἥφαιστος ἐὼν βραδὺς εἷλεν Ἄρηα