Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἡμεῖς δ᾽ , ὡς τὸ πάρος περ , ἐποτρυνώμεθα πομπήν.
οὐδὲ γὰρ οὐδέ τις ἄλλος , ὅτις κ᾽ ἐμὰ δώμαθ᾽ ἵκηται,
ἐνθάδ᾽ ὀδυρόμενος δηρὸν μένει εἵνεκα πομπῆς.
ἀλλ᾽ ἄγε νῆα μέλαιναν ἐρύσσομεν εἰς ἅλα δῖαν
35
πρωτόπλοον , κούρω δὲ δύω καὶ πεντήκοντα
κρινάσθων κατὰ δῆμον , ὅσοι πάρος εἰσὶν ἄριστοι.
δησάμενοι δ᾽ ἐὺ πάντες ἐπὶ κληῖσιν ἐρετμὰ
ἔκβητ᾽ : αὐτὰρ ἔπειτα θοὴν ἀλεγύνετε δαῖτα
ἡμέτερόνδ᾽ ἐλθόντες : ἐγὼ δ᾽ ἐὺ πᾶσι παρέξω.
40
κούροισιν μὲν ταῦτ᾽ ἐπιτέλλομαι : αὐτὰρ οἱ ἄλλοι
σκηπτοῦχοι βασιλῆες ἐμὰ πρὸς δώματα καλὰ
ἔρχεσθ᾽ , ὄφρα ξεῖνον ἐνὶ μεγάροισι φιλέωμεν,
μηδέ τις ἀρνείσθω . καλέσασθε δὲ θεῖον ἀοιδὸν
Δημόδοκον : τῷ γάρ ῥα θεὸς πέρι δῶκεν ἀοιδὴν
45
τέρπειν , ὅππῃ θυμὸς ἐποτρύνῃσιν ἀείδειν.”
ὣς ἄρα φωνήσας ἡγήσατο , τοὶ δ᾽ ἅμ᾽ ἕποντο
σκηπτοῦχοι : κῆρυξ δὲ μετῴχετο θεῖον ἀοιδόν.
κούρω δὲ κρινθέντε δύω καὶ πεντήκοντα
βήτην , ὡς ἐκέλευσ᾽ , ἐπὶ θῖν᾽ ἁλὸς ἀτρυγέτοιο.
50
αὐτὰρ ἐπεί ῥ᾽ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,
νῆα μὲν οἵ γε μέλαιναν ἁλὸς βένθοσδε ἔρυσσαν,
ἐν δ᾽ ἱστόν τ᾽ ἐτίθεντο καὶ ἱστία νηὶ μελαίνῃ,
ἠρτύναντο δ᾽ ἐρετμὰ τροποῖς ἐν δερματίνοισι,
πάντα κατὰ μοῖραν , ἀνά θ᾽ ἱστία λευκὰ πέτασσαν.
55
ὑψοῦ δ᾽ ἐν νοτίῳ τήν γ᾽ ὥρμισαν : αὐτὰρ ἔπειτα
βάν ῥ᾽ ἴμεν Ἀλκινόοιο δαΐφρονος ἐς μέγα δῶμα.
πλῆντο δ᾽ ἄρ᾽ αἴθουσαί τε καὶ ἕρκεα καὶ δόμοι ἀνδρῶν
ἀγρομένων : πολλοὶ δ᾽ ἄρ᾽ ἔσαν , νέοι ἠδὲ παλαιοί.
τοῖσιν δ᾽ Ἀλκίνοος δυοκαίδεκα μῆλ᾽ ἱέρευσεν,
60
ὀκτὼ δ᾽ ἀργιόδοντας ὕας , δύο δ᾽ εἰλίποδας βοῦς: