Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ὠκύτατόν περ ἐόντα θεῶν οἳ Ὄλυμπον ἔχουσιν,
χωλὸς ἐὼν τέχνῃσι : τὸ καὶ μοιχάγρι᾽ ὀφέλλει.”
ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον:
Ἑρμῆν δὲ προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων:
335
Ἑρμεία , Διὸς υἱέ , διάκτορε , δῶτορ ἑάων,
ῥά κεν ἐν δεσμοῖς ἐθέλοις κρατεροῖσι πιεσθεὶς
εὕδειν ἐν λέκτροισι παρὰ χρυσέῃ Ἀφροδίτῃ;”
τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα διάκτορος ἀργεϊφόντης:
αἲ γὰρ τοῦτο γένοιτο , ἄναξ ἑκατηβόλ᾽ Ἄπολλον:
340
δεσμοὶ μὲν τρὶς τόσσοι ἀπείρονες ἀμφὶς ἔχοιεν,
ὑμεῖς δ᾽ εἰσορόῳτε θεοὶ πᾶσαί τε θέαιναι,
αὐτὰρ ἐγὼν εὕδοιμι παρὰ χρυσέῃ Ἀφροδίτῃ.”
ὣς ἔφατ᾽ , ἐν δὲ γέλως ὦρτ᾽ ἀθανάτοισι θεοῖσιν.
οὐδὲ Ποσειδάωνα γέλως ἔχε , λίσσετο δ᾽ αἰεὶ
345
Ἥφαιστον κλυτοεργὸν ὅπως λύσειεν Ἄρηα.
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα:
λῦσον : ἐγὼ δέ τοι αὐτὸν ὑπίσχομαι , ὡς σὺ κελεύεις,
τίσειν αἴσιμα πάντα μετ᾽ ἀθανάτοισι θεοῖσιν.”
τὸν δ᾽ αὖτε προσέειπε περικλυτὸς ἀμφιγυήεις:
350
μή με , Ποσείδαον γαιήοχε , ταῦτα κέλευε:
δειλαί τοι δειλῶν γε καὶ ἐγγύαι ἐγγυάασθαι.
πῶς ἂν ἐγώ σε δέοιμι μετ᾽ ἀθανάτοισι θεοῖσιν,
εἴ κεν Ἄρης οἴχοιτο χρέος καὶ δεσμὸν ἀλύξας;”
τὸν δ᾽ αὖτε προσέειπε Ποσειδάων ἐνοσίχθων:
355
Ἥφαιστ᾽ , εἴ περ γάρ κεν Ἄρης χρεῖος ὑπαλύξας
οἴχηται φεύγων , αὐτός τοι ἐγὼ τάδε τίσω.”
τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα περικλυτὸς ἀμφιγυήεις:
οὐκ ἔστ᾽ οὐδὲ ἔοικε τεὸν ἔπος ἀρνήσασθαι.”
ὣς εἰπὼν δεσμὸν ἀνίει μένος Ἡφαίστοιο.
360
τὼ δ᾽ ἐπεὶ ἐκ δεσμοῖο λύθεν , κρατεροῦ περ ἐόντος,