Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἀρχοὶ κραίνουσι , τρισκαιδέκατος δ᾽ ἐγὼ αὐτός:
τῶν οἱ ἕκαστος φᾶρος ἐυπλυνὲς ἠδὲ χιτῶνα
καὶ χρυσοῖο τάλαντον ἐνείκατε τιμήεντος.
αἶψα δὲ πάντα φέρωμεν ἀολλέα , ὄφρ᾽ ἐνὶ χερσὶν
395
ξεῖνος ἔχων ἐπὶ δόρπον ἴῃ χαίρων ἐνὶ θυμῷ.
Εὐρύαλος δέ αὐτὸν ἀρεσσάσθω ἐπέεσσι
καὶ δώρῳ , ἐπεὶ οὔ τι ἔπος κατὰ μοῖραν ἔειπεν.”
ὣς ἔφαθ᾽ , οἱ δ᾽ ἄρα πάντες ἐπῄνεον ἠδ᾽ ἐκέλευον,
δῶρα δ᾽ ἄρ᾽ οἰσέμεναι πρόεσαν κήρυκα ἕκαστος.
400
τὸν δ᾽ αὖτ᾽ Εὐρύαλος ἀπαμείβετο φώνησέν τε:
Ἀλκίνοε κρεῖον , πάντων ἀριδείκετε λαῶν,
τοιγὰρ ἐγὼ τὸν ξεῖνον ἀρέσσομαι , ὡς σὺ κελεύεις.
δώσω οἱ τόδ᾽ ἄορ παγχάλκεον , ἔπι κώπη
ἀργυρέη , κολεὸν δὲ νεοπρίστου ἐλέφαντος
405
ἀμφιδεδίνηται : πολέος δέ οἱ ἄξιον ἔσται.”
ὣς εἰπὼν ἐν χερσὶ τίθει ξίφος ἀργυρόηλον
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα:
χαῖρε , πάτερ ξεῖνε : ἔπος δ᾽ εἴ πέρ τι βέβακται
δεινόν , ἄφαρ τὸ φέροιεν ἀναρπάξασαι ἄελλαι.
410
σοὶ δὲ θεοὶ ἄλοχόν τ᾽ ἰδέειν καὶ πατρίδ᾽ ἱκέσθαι
δοῖεν , ἐπεὶ δὴ δηθὰ φίλων ἄπο πήματα πάσχεις.”
τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς:
καὶ σὺ φίλος μάλα χαῖρε , θεοὶ δέ τοι ὄλβια δοῖεν.
μηδέ τι τοι ξίφεός γε ποθὴ μετόπισθε γένοιτο
415
τούτου , δή μοι δῶκας ἀρεσσάμενος ἐπέεσσιν.”
ῥα καὶ ἀμφ᾽ ὤμοισι θέτο ξίφος ἀργυρόηλον.
δύσετό τ᾽ ἠέλιος , καὶ τῷ κλυτὰ δῶρα παρῆεν.
καὶ τά γ᾽ ἐς Ἀλκινόοιο φέρον κήρυκες ἀγαυοί:
δεξάμενοι δ᾽ ἄρα παῖδες ἀμύμονος Ἀλκινόοιο
420
μητρὶ παρ᾽ αἰδοίῃ ἔθεσαν περικαλλέα δῶρα.