Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
θερμὰ λοέτρ᾽ , ἐπεὶ οὔ τι κομιζόμενός γε θάμιζεν,
ἐπεὶ δὴ λίπε δῶμα Καλυψοῦς ἠυκόμοιο.
τόφρα δέ οἱ κομιδή γε θεῷ ὣς ἔμπεδος ἦεν.
τὸν δ᾽ ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ,
455
ἀμφὶ δέ μιν χλαῖναν καλὴν βάλον ἠδὲ χιτῶνα,
ἔκ ῥ᾽ ἀσαμίνθου βὰς ἄνδρας μέτα οἰνοποτῆρας
ἤιε : Ναυσικάα δὲ θεῶν ἄπο κάλλος ἔχουσα
στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,
θαύμαζεν δ᾽ Ὀδυσῆα ἐν ὀφθαλμοῖσιν ὁρῶσα,
460
καί μιν φωνήσασ᾽ ἔπεα πτερόεντα προσηύδα:
χαῖρε , ξεῖν᾽ , ἵνα καί ποτ᾽ ἐὼν ἐν πατρίδι γαίῃ
μνήσῃ ἐμεῦ , ὅτι μοι πρώτῃ ζωάγρι᾽ ὀφέλλεις.”
τὴν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς.
Ναυσικάα θύγατερ μεγαλήτορος Ἀλκινόοιο,
465
οὕτω νῦν Ζεὺς θείη , ἐρίγδουπος πόσις Ἥρης,
οἴκαδέ τ᾽ ἐλθέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσθαι:
τῷ κέν τοι καὶ κεῖθι θεῷ ὣς εὐχετοῴμην
αἰεὶ ἤματα πάντα : σὺ γάρ μ᾽ ἐβιώσαο , κούρη.”
ῥα καὶ ἐς θρόνον ἷζε παρ᾽ Ἀλκίνοον βασιλῆα:
470
οἱ δ᾽ ἤδη μοίρας τ᾽ ἔνεμον κερόωντό τε οἶνον.
κῆρυξ δ᾽ ἐγγύθεν ἦλθεν ἄγων ἐρίηρον ἀοιδόν,
Δημόδοκον λαοῖσι τετιμένον : εἷσε δ᾽ ἄρ᾽ αὐτὸν
μέσσῳ δαιτυμόνων , πρὸς κίονα μακρὸν ἐρείσας.
δὴ τότε κήρυκα προσέφη πολύμητις Ὀδυσσεύς,
475
νώτου ἀποπροταμών , ἐπὶ δὲ πλεῖον ἐλέλειπτο,
ἀργιόδοντος ὑός , θαλερὴ δ᾽ ἦν ἀμφὶς ἀλοιφή:
κῆρυξ , τῆ δή , τοῦτο πόρε κρέας , ὄφρα φάγῃσιν,
Δημοδόκῳ : καί μιν προσπτύξομαι ἀχνύμενός περ:
πᾶσι γὰρ ἀνθρώποισιν ἐπιχθονίοισιν ἀοιδοὶ
480
τιμῆς ἔμμοροί εἰσι καὶ αἰδοῦς , οὕνεκ᾽ ἄρα σφέας