Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
οἴμας μοῦσ᾽ ἐδίδαξε , φίλησε δὲ φῦλον ἀοιδῶν.”
ὣς ἄρ᾽ ἔφη , κῆρυξ δὲ φέρων ἐν χερσὶν ἔθηκεν
ἥρῳ Δημοδόκῳ : δ᾽ ἐδέξατο , χαῖρε δὲ θυμῷ.
οἱ δ᾽ ἐπ᾽ ὀνείαθ᾽ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
485
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
δὴ τότε Δημόδοκον προσέφη πολύμητις Ὀδυσσεύς:
Δημόδοκ᾽ , ἔξοχα δή σε βροτῶν αἰνίζομ᾽ ἁπάντων.
σέ γε μοῦσ᾽ ἐδίδαξε , Διὸς πάϊς , σέ γ᾽ Ἀπόλλων:
λίην γὰρ κατὰ κόσμον Ἀχαιῶν οἶτον ἀείδεις,
490
ὅσσ᾽ ἔρξαν τ᾽ ἔπαθόν τε καὶ ὅσσ᾽ ἐμόγησαν Ἀχαιοί,
ὥς τέ που αὐτὸς παρεὼν ἄλλου ἀκούσας.
ἀλλ᾽ ἄγε δὴ μετάβηθι καὶ ἵππου κόσμον ἄεισον
δουρατέου , τὸν Ἐπειὸς ἐποίησεν σὺν Ἀθήνῃ,
ὅν ποτ᾽ ἐς ἀκρόπολιν δόλον ἤγαγε δῖος Ὀδυσσεὺς
495
ἀνδρῶν ἐμπλήσας οἵ ῥ᾽ Ἴλιον ἐξαλάπαξαν.
αἴ κεν δή μοι ταῦτα κατὰ μοῖραν καταλέξῃς,
αὐτίκ᾽ ἐγὼ πᾶσιν μυθήσομαι ἀνθρώποισιν,
ὡς ἄρα τοι πρόφρων θεὸς ὤπασε θέσπιν ἀοιδήν.”
ὣς φάθ᾽ , δ᾽ ὁρμηθεὶς θεοῦ ἤρχετο , φαῖνε δ᾽ ἀοιδήν,
500
ἔνθεν ἑλὼν ὡς οἱ μὲν ἐυσσέλμων ἐπὶ νηῶν
βάντες ἀπέπλειον , πῦρ ἐν κλισίῃσι βαλόντες,
Ἀργεῖοι , τοὶ δ᾽ ἤδη ἀγακλυτὸν ἀμφ᾽ Ὀδυσῆα
ἥατ᾽ ἐνὶ Τρώων ἀγορῇ κεκαλυμμένοι ἵππῳ:
αὐτοὶ γάρ μιν Τρῶες ἐς ἀκρόπολιν ἐρύσαντο.
505
ὣς μὲν ἑστήκει , τοὶ δ᾽ ἄκριτα πόλλ᾽ ἀγόρευον
ἥμενοι ἀμφ᾽ αὐτόν : τρίχα δέ σφισιν ἥνδανε βουλή,
ἠὲ διαπλῆξαι κοῖλον δόρυ νηλέι χαλκῷ,
κατὰ πετράων βαλέειν ἐρύσαντας ἐπ᾽ ἄκρης,
ἐάαν μέγ᾽ ἄγαλμα θεῶν θελκτήριον εἶναι,
510
τῇ περ δὴ καὶ ἔπειτα τελευτήσεσθαι ἔμελλεν: