Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Φαιήκων οἱ ἄριστοι , ἐπεὶ τέρποντ᾽ ἐπέεσσιν,
ἂψ Ὀδυσεὺς κατὰ κρᾶτα καλυψάμενος γοάασκεν.
ἔνθ᾽ ἄλλους μὲν πάντας ἐλάνθανε δάκρυα λείβων,
Ἀλκίνοος δέ μιν οἶος ἐπεφράσατ᾽ ἠδ᾽ ἐνόησεν
95
ἥμενος ἄγχ᾽ αὐτοῦ , βαρὺ δὲ στενάχοντος ἄκουσεν.
αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα:
κέκλυτε , Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες.
ἤδη μὲν δαιτὸς κεκορήμεθα θυμὸν ἐίσης
φόρμιγγός θ᾽ , δαιτὶ συνήορός ἐστι θαλείῃ:
100
νῦν δ᾽ ἐξέλθωμεν καὶ ἀέθλων πειρηθῶμεν
πάντων , ὥς χ᾽ ξεῖνος ἐνίσπῃ οἷσι φίλοισιν
οἴκαδε νοστήσας , ὅσσον περιγιγνόμεθ᾽ ἄλλων
πύξ τε παλαιμοσύνῃ τε καὶ ἅλμασιν ἠδὲ πόδεσσιν.”
ὣς ἄρα φωνήσας ἡγήσατο , τοὶ δ᾽ ἅμ᾽ ἕποντο.
105
κὰδ δ᾽ ἐκ πασσαλόφι κρέμασεν φόρμιγγα λίγειαν,
Δημοδόκου δ᾽ ἕλε χεῖρα καὶ ἔξαγεν ἐκ μεγάροιο
κῆρυξ : ἦρχε δὲ τῷ αὐτὴν ὁδὸν ἥν περ οἱ ἄλλοι
Φαιήκων οἱ ἄριστοι , ἀέθλια θαυμανέοντες.
βὰν δ᾽ ἴμεν εἰς ἀγορήν , ἅμα δ᾽ ἕσπετο πουλὺς ὅμιλος,
110
μυρίοι : ἂν δ᾽ ἵσταντο νέοι πολλοί τε καὶ ἐσθλοί.
ὦρτο μὲν Ἀκρόνεώς τε καὶ Ὠκύαλος καὶ Ἐλατρεύς,
Ναυτεύς τε Πρυμνεύς τε καὶ Ἀγχίαλος καὶ Ἐρετμεύς,
Ποντεύς τε Πρωρεύς τε , Θόων Ἀναβησίνεώς τε
Ἀμφίαλός θ᾽ , υἱὸς Πολυνήου Τεκτονίδαο:
115
ἂν δὲ καὶ Εὐρύαλος , βροτολοιγῷ ἶσος Ἄρηϊ,
Ναυβολίδης , ὃς ἄριστος ἔην εἶδός τε δέμας τε
πάντων Φαιήκων μετ᾽ ἀμύμονα Λαοδάμαντα.
ἂν δ᾽ ἔσταν τρεῖς παῖδες ἀμύμονος Ἀλκινόοιο,
Λαοδάμας θ᾽ Ἅλιός τε καὶ ἀντίθεος Κλυτόνηος.
120
οἱ δ᾽ τοι πρῶτον μὲν ἐπειρήσαντο πόδεσσι.