Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
9
τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς:
Ἀλκίνοε κρεῖον , πάντων ἀριδείκετε λαῶν,
τοι μὲν τόδε καλὸν ἀκουέμεν ἐστὶν ἀοιδοῦ
τοιοῦδ᾽ οἷος ὅδ᾽ ἐστί , θεοῖς ἐναλίγκιος αὐδήν.
5
οὐ γὰρ ἐγώ γέ τί φημι τέλος χαριέστερον εἶναι
ὅτ᾽ ἐυφροσύνη μὲν ἔχῃ κάτα δῆμον ἅπαντα,
δαιτυμόνες δ᾽ ἀνὰ δώματ᾽ ἀκουάζωνται ἀοιδοῦ
ἥμενοι ἑξείης , παρὰ δὲ πλήθωσι τράπεζαι
σίτου καὶ κρειῶν , μέθυ δ᾽ ἐκ κρητῆρος ἀφύσσων
10
οἰνοχόος φορέῃσι καὶ ἐγχείῃ δεπάεσσι:
τοῦτό τί μοι κάλλιστον ἐνὶ φρεσὶν εἴδεται εἶναι.
σοὶ δ᾽ ἐμὰ κήδεα θυμὸς ἐπετράπετο στονόεντα
εἴρεσθ᾽ , ὄφρ᾽ ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω:
τί πρῶτόν τοι ἔπειτα , τί δ᾽ ὑστάτιον καταλέξω;
15
κήδε᾽ ἐπεί μοι πολλὰ δόσαν θεοὶ Οὐρανίωνες.
νῦν δ᾽ ὄνομα πρῶτον μυθήσομαι , ὄφρα καὶ ὑμεῖς
εἴδετ᾽ , ἐγὼ δ᾽ ἂν ἔπειτα φυγὼν ὕπο νηλεὲς ἦμαρ
ὑμῖν ξεῖνος ἔω καὶ ἀπόπροθι δώματα ναίων.
εἴμ᾽ Ὀδυσεὺς Λαερτιάδης , ὃς πᾶσι δόλοισιν
20
ἀνθρώποισι μέλω , καί μευ κλέος οὐρανὸν ἵκει.
ναιετάω δ᾽ Ἰθάκην ἐυδείελον : ἐν δ᾽ ὄρος αὐτῇ
Νήριτον εἰνοσίφυλλον , ἀριπρεπές : ἀμφὶ δὲ νῆσοι
πολλαὶ ναιετάουσι μάλα σχεδὸν ἀλλήλῃσι,
Δουλίχιόν τε Σάμη τε καὶ ὑλήεσσα Ζάκυνθος.
25
αὐτὴ δὲ χθαμαλὴ πανυπερτάτη εἰν ἁλὶ κεῖται
πρὸς ζόφον , αἱ δέ τ᾽ ἄνευθε πρὸς ἠῶ τ᾽ ἠέλιόν τε,
τρηχεῖ᾽ , ἀλλ᾽ ἀγαθὴ κουροτρόφος : οὔ τοι ἐγώ γε
ἧς γαίης δύναμαι γλυκερώτερον ἄλλο ἰδέσθαι.
μέν μ᾽ αὐτόθ᾽ ἔρυκε Καλυψώ , δῖα θεάων,
30
ἐν σπέσσι γλαφυροῖσι , λιλαιομένη πόσιν εἶναι: