Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἀλλ᾽ ὅτε δὴ τὸν χῶρον ἀφικόμεθ᾽ ἐγγὺς ἐόντα,
ἔνθα δ᾽ ἐπ᾽ ἐσχατιῇ σπέος εἴδομεν ἄγχι θαλάσσης,
ὑψηλόν , δάφνῃσι κατηρεφές . ἔνθα δὲ πολλὰ
μῆλ᾽ , ὄιές τε καὶ αἶγες , ἰαύεσκον : περὶ δ᾽ αὐλὴ
185
ὑψηλὴ δέδμητο κατωρυχέεσσι λίθοισι
μακρῇσίν τε πίτυσσιν ἰδὲ δρυσὶν ὑψικόμοισιν.
ἔνθα δ᾽ ἀνὴρ ἐνίαυε πελώριος , ὅς ῥα τὰ μῆλα
οἶος ποιμαίνεσκεν ἀπόπροθεν : οὐδὲ μετ᾽ ἄλλους
πωλεῖτ᾽ , ἀλλ᾽ ἀπάνευθεν ἐὼν ἀθεμίστια ᾔδη.
190
καὶ γὰρ θαῦμ᾽ ἐτέτυκτο πελώριον , οὐδὲ ἐῴκει
ἀνδρί γε σιτοφάγῳ , ἀλλὰ ῥίῳ ὑλήεντι
ὑψηλῶν ὀρέων , τε φαίνεται οἶον ἀπ᾽ ἄλλων.
δὴ τότε τοὺς ἄλλους κελόμην ἐρίηρας ἑταίρους
αὐτοῦ πὰρ νηί τε μένειν καὶ νῆα ἔρυσθαι,
195
αὐτὰρ ἐγὼ κρίνας ἑτάρων δυοκαίδεκ᾽ ἀρίστους
βῆν : ἀτὰρ αἴγεον ἀσκὸν ἔχον μέλανος οἴνοιο
ἡδέος , ὅν μοι ἔδωκε Μάρων , Εὐάνθεος υἱός,
ἱρεὺς Ἀπόλλωνος , ὃς Ἴσμαρον ἀμφιβεβήκει,
οὕνεκά μιν σὺν παιδὶ περισχόμεθ᾽ ἠδὲ γυναικὶ
200
ἁζόμενοι : ᾤκει γὰρ ἐν ἄλσεϊ δενδρήεντι
Φοίβου Ἀπόλλωνος . δέ μοι πόρεν ἀγλαὰ δῶρα:
χρυσοῦ μέν μοι ἔδωκ᾽ ἐυεργέος ἑπτὰ τάλαντα,
δῶκε δέ μοι κρητῆρα πανάργυρον , αὐτὰρ ἔπειτα
οἶνον ἐν ἀμφιφορεῦσι δυώδεκα πᾶσιν ἀφύσσας
205
ἡδὺν ἀκηράσιον , θεῖον ποτόν : οὐδέ τις αὐτὸν
ἠείδη δμώων οὐδ᾽ ἀμφιπόλων ἐνὶ οἴκῳ,
ἀλλ᾽ αὐτὸς ἄλοχός τε φίλη ταμίη τε μί᾽ οἴη.
τὸν δ᾽ ὅτε πίνοιεν μελιηδέα οἶνον ἐρυθρόν,
ἓν δέπας ἐμπλήσας ὕδατος ἀνὰ εἴκοσι μέτρα
210
χεῦ᾽ , ὀδμὴ δ᾽ ἡδεῖα ἀπὸ κρητῆρος ὀδώδει