Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
θεσπεσίη : τότ᾽ ἂν οὔ τοι ἀποσχέσθαι φίλον ἦεν.
τοῦ φέρον ἐμπλήσας ἀσκὸν μέγαν , ἐν δὲ καὶ ᾖα
κωρύκῳ : αὐτίκα γάρ μοι ὀίσατο θυμὸς ἀγήνωρ
ἄνδρ᾽ ἐπελεύσεσθαι μεγάλην ἐπιειμένον ἀλκήν,
215
ἄγριον , οὔτε δίκας ἐὺ εἰδότα οὔτε θέμιστας.
καρπαλίμως δ᾽ εἰς ἄντρον ἀφικόμεθ᾽ , οὐδέ μιν ἔνδον
εὕρομεν , ἀλλ᾽ ἐνόμευε νομὸν κάτα πίονα μῆλα.
ἐλθόντες δ᾽ εἰς ἄντρον ἐθηεύμεσθα ἕκαστα.
ταρσοὶ μὲν τυρῶν βρῖθον , στείνοντο δὲ σηκοὶ
220
ἀρνῶν ἠδ᾽ ἐρίφων : διακεκριμέναι δὲ ἕκασται
ἔρχατο , χωρὶς μὲν πρόγονοι , χωρὶς δὲ μέτασσαι,
χωρὶς δ᾽ αὖθ᾽ ἕρσαι . ναῖον δ᾽ ὀρῷ ἄγγεα πάντα,
γαυλοί τε σκαφίδες τε , τετυγμένα , τοῖς ἐνάμελγεν.
ἔνθ᾽ ἐμὲ μὲν πρώτισθ᾽ ἕταροι λίσσοντ᾽ ἐπέεσσιν
225
τυρῶν αἰνυμένους ἰέναι πάλιν , αὐτὰρ ἔπειτα
καρπαλίμως ἐπὶ νῆα θοὴν ἐρίφους τε καὶ ἄρνας
σηκῶν ἐξελάσαντας ἐπιπλεῖν ἁλμυρὸν ὕδωρ:
ἀλλ᾽ ἐγὼ οὐ πιθόμην , τ᾽ ἂν πολὺ κέρδιον ἦεν,
ὄφρ᾽ αὐτόν τε ἴδοιμι , καὶ εἴ μοι ξείνια δοίη.
230
οὐδ᾽ ἄρ᾽ ἔμελλ᾽ ἑτάροισι φανεὶς ἐρατεινὸς ἔσεσθαι.
ἔνθα δὲ πῦρ κήαντες ἐθύσαμεν ἠδὲ καὶ αὐτοὶ
τυρῶν αἰνύμενοι φάγομεν , μένομέν τέ μιν ἔνδον
ἥμενοι , ἧος ἐπῆλθε νέμων . φέρε δ᾽ ὄβριμον ἄχθος
ὕλης ἀζαλέης , ἵνα οἱ ποτιδόρπιον εἴη,
235
ἔντοσθεν δ᾽ ἄντροιο βαλὼν ὀρυμαγδὸν ἔθηκεν:
ἡμεῖς δὲ δείσαντες ἀπεσσύμεθ᾽ ἐς μυχὸν ἄντρου.
αὐτὰρ γ᾽ εἰς εὐρὺ σπέος ἤλασε πίονα μῆλα
πάντα μάλ᾽ ὅσσ᾽ ἤμελγε , τὰ δ᾽ ἄρσενα λεῖπε θύρηφιν,
ἀρνειούς τε τράγους τε , βαθείης ἔκτοθεν αὐλῆς.
240
αὐτὰρ ἔπειτ᾽ ἐπέθηκε θυρεὸν μέγαν ὑψόσ᾽ ἀείρας,