Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ὄβριμον : οὐκ ἂν τόν γε δύω καὶ εἴκοσ᾽ ἄμαξαι
ἐσθλαὶ τετράκυκλοι ἀπ᾽ οὔδεος ὀχλίσσειαν:
τόσσην ἠλίβατον πέτρην ἐπέθηκε θύρῃσιν.
ἑζόμενος δ᾽ ἤμελγεν ὄις καὶ μηκάδας αἶγας,
245
πάντα κατὰ μοῖραν , καὶ ὑπ᾽ ἔμβρυον ἧκεν ἑκάστῃ.
αὐτίκα δ᾽ ἥμισυ μὲν θρέψας λευκοῖο γάλακτος
πλεκτοῖς ἐν ταλάροισιν ἀμησάμενος κατέθηκεν,
ἥμισυ δ᾽ αὖτ᾽ ἔστησεν ἐν ἄγγεσιν , ὄφρα οἱ εἴη
πίνειν αἰνυμένῳ καί οἱ ποτιδόρπιον εἴη.
250
αὐτὰρ ἐπεὶ δὴ σπεῦσε πονησάμενος τὰ ἔργα,
καὶ τότε πῦρ ἀνέκαιε καὶ εἴσιδεν , εἴρετο δ᾽ ἡμέας:
“ ‘ ξεῖνοι , τίνες ἐστέ ; πόθεν πλεῖθ᾽ ὑγρὰ κέλευθα;
τι κατὰ πρῆξιν μαψιδίως ἀλάλησθε,
οἷά τε ληιστῆρες , ὑπεὶρ ἅλα , τοί τ᾽ ἀλόωνται
255
ψυχὰς παρθέμενοι κακὸν ἀλλοδαποῖσι φέροντες;”
ὣς ἔφαθ᾽ , ἡμῖν δ᾽ αὖτε κατεκλάσθη φίλον ἦτορ,
δεισάντων φθόγγον τε βαρὺν αὐτόν τε πέλωρον.
ἀλλὰ καὶ ὥς μιν ἔπεσσιν ἀμειβόμενος προσέειπον:
“ ‘ἡμεῖς τοι Τροίηθεν ἀποπλαγχθέντες Ἀχαιοὶ
260
παντοίοις ἀνέμοισιν ὑπὲρ μέγα λαῖτμα θαλάσσης,
οἴκαδε ἱέμενοι , ἄλλην ὁδὸν ἄλλα κέλευθα
ἤλθομεν : οὕτω που Ζεὺς ἤθελε μητίσασθαι.
λαοὶ δ᾽ Ἀτρεΐδεω Ἀγαμέμνονος εὐχόμεθ᾽ εἶναι,
τοῦ δὴ νῦν γε μέγιστον ὑπουράνιον κλέος ἐστί:
265
τόσσην γὰρ διέπερσε πόλιν καὶ ἀπώλεσε λαοὺς
πολλούς . ἡμεῖς δ᾽ αὖτε κιχανόμενοι τὰ σὰ γοῦνα
ἱκόμεθ᾽ , εἴ τι πόροις ξεινήιον ἠὲ καὶ ἄλλως
δοίης δωτίνην , τε ξείνων θέμις ἐστίν.
ἀλλ᾽ αἰδεῖο , φέριστε , θεούς : ἱκέται δέ τοί εἰμεν,
270
Ζεὺς δ᾽ ἐπιτιμήτωρ ἱκετάων τε ξείνων τε,