Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ὣς δ᾽ αὔτως Κίρκη κατερήτυεν ἐν μεγάροισιν
Αἰαίη δολόεσσα , λιλαιομένη πόσιν εἶναι:
ἀλλ᾽ ἐμὸν οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθον.
ὣς οὐδὲν γλύκιον ἧς πατρίδος οὐδὲ τοκήων
35
γίγνεται , εἴ περ καί τις ἀπόπροθι πίονα οἶκον
γαίῃ ἐν ἀλλοδαπῇ ναίει ἀπάνευθε τοκήων.
εἰ δ᾽ ἄγε τοι καὶ νόστον ἐμὸν πολυκηδέ᾽ ἐνίσπω,
ὅν μοι Ζεὺς ἐφέηκεν ἀπὸ Τροίηθεν ἰόντι.
Ἰλιόθεν με φέρων ἄνεμος Κικόνεσσι πέλασσεν,
40
Ἰσμάρῳ . ἔνθα δ᾽ ἐγὼ πόλιν ἔπραθον , ὤλεσα δ᾽ αὐτούς:
ἐκ πόλιος δ᾽ ἀλόχους καὶ κτήματα πολλὰ λαβόντες
δασσάμεθ᾽ , ὡς μή τίς μοι ἀτεμβόμενος κίοι ἴσης.
ἔνθ᾽ τοι μὲν ἐγὼ διερῷ ποδὶ φευγέμεν ἡμέας
ἠνώγεα , τοὶ δὲ μέγα νήπιοι οὐκ ἐπίθοντο.
45
ἔνθα δὲ πολλὸν μὲν μέθυ πίνετο , πολλὰ δὲ μῆλα
ἔσφαζον παρὰ θῖνα καὶ εἰλίποδας ἕλικας βοῦς:
τόφρα δ᾽ ἄρ᾽ οἰχόμενοι Κίκονες Κικόνεσσι γεγώνευν,
οἵ σφιν γείτονες ἦσαν , ἅμα πλέονες καὶ ἀρείους,
ἤπειρον ναίοντες , ἐπιστάμενοι μὲν ἀφ᾽ ἵππων
50
ἀνδράσι μάρνασθαι καὶ ὅθι χρὴ πεζὸν ἐόντα.
ἦλθον ἔπειθ᾽ ὅσα φύλλα καὶ ἄνθεα γίγνεται ὥρῃ,
ἠέριοι : τότε δή ῥα κακὴ Διὸς αἶσα παρέστη
ἡμῖν αἰνομόροισιν , ἵν᾽ ἄλγεα πολλὰ πάθοιμεν.
στησάμενοι δ᾽ ἐμάχοντο μάχην παρὰ νηυσὶ θοῇσι,
55
βάλλον δ᾽ ἀλλήλους χαλκήρεσιν ἐγχείῃσιν.
ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ,
τόφρα δ᾽ ἀλεξόμενοι μένομεν πλέονάς περ ἐόντας.
ἦμος δ᾽ ἠέλιος μετενίσσετο βουλυτόνδε,
καὶ τότε δὴ Κίκονες κλῖναν δαμάσαντες Ἀχαιούς.
60
ἓξ δ᾽ ἀφ᾽ ἑκάστης νηὸς ἐυκνήμιδες ἑταῖροι