Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
361
τρὶς μὲν ἔδωκα φέρων , τρὶς δ᾽ ἔκπιεν ἀφραδίῃσιν.
362
αὐτὰρ ἐπεὶ Κύκλωπα περὶ φρένας ἤλυθεν οἶνος,
363
καὶ τότε δή μιν ἔπεσσι προσηύδων μειλιχίοισι:
364
“Κύκλωψ , εἰρωτᾷς μ᾽ ὄνομα κλυτόν , αὐτὰρ ἐγώ τοι
365
ἐξερέω : σὺ δέ μοι δὸς ξείνιον , ὥς περ ὑπέστης.
366
Οὖτις ἐμοί γ᾽ ὄνομα : Οὖτιν δέ με κικλήσκουσι
367
μήτηρ ἠδὲ πατὴρ ἠδ᾽ ἄλλοι πάντες ἑταῖροι.’
368
“ὣς ἐφάμην , ὁ δέ μ᾽ αὐτίκ᾽ ἀμείβετο νηλέι θυμῷ:
369
“Οὖτιν
ἐγὼ
πύματον
ἔδομαι
μετὰ
οἷς
ἑτάροισιν,
370
τοὺς δ᾽ ἄλλους πρόσθεν : τὸ δέ τοι ξεινήιον ἔσται.
371
“ἦ καὶ ἀνακλινθεὶς πέσεν ὕπτιος , αὐτὰρ ἔπειτα
372
κεῖτ᾽ ἀποδοχμώσας παχὺν αὐχένα , κὰδ δέ μιν ὕπνος
373
ᾕρει πανδαμάτωρ : φάρυγος δ᾽ ἐξέσσυτο οἶνος
374
ψωμοί τ᾽ ἀνδρόμεοι : ὁ δ᾽ ἐρεύγετο οἰνοβαρείων.
375
καὶ τότ᾽ ἐγὼ τὸν μοχλὸν ὑπὸ σποδοῦ ἤλασα πολλῆς,
376
ἧος θερμαίνοιτο : ἔπεσσι δὲ πάντας ἑταίρους
377
θάρσυνον , μή τίς μοι ὑποδείσας ἀναδύη.
378
ἀλλ᾽ ὅτε δὴ τάχ᾽ ὁ μοχλὸς ἐλάινος ἐν πυρὶ μέλλεν
379
ἅψεσθαι , χλωρός περ ἐών , διεφαίνετο δ᾽ αἰνῶς,
380
καὶ τότ᾽ ἐγὼν ἆσσον φέρον ἐκ πυρός , ἀμφὶ δ᾽ ἑταῖροι
381
ἵσταντ᾽ : αὐτὰρ θάρσος ἐνέπνευσεν μέγα δαίμων.
382
οἱ μὲν μοχλὸν ἑλόντες ἐλάινον , ὀξὺν ἐπ᾽ ἄκρῳ,
383
ὀφθαλμῷ ἐνέρεισαν : ἐγὼ δ᾽ ἐφύπερθεν ἐρεισθεὶς
384
δίνεον , ὡς ὅτε τις τρυπῷ δόρυ νήιον ἀνὴρ
385
τρυπάνῳ , οἱ δέ τ᾽ ἔνερθεν ὑποσσείουσιν ἱμάντι
386
ἁψάμενοι ἑκάτερθε , τὸ δὲ τρέχει ἐμμενὲς αἰεί.
387
ὣς τοῦ ἐν ὀφθαλμῷ πυριήκεα μοχλὸν ἑλόντες
388
δινέομεν , τὸν δ᾽ αἷμα περίρρεε θερμὸν ἐόντα.
389
πάντα δέ οἱ βλέφαρ᾽ ἀμφὶ καὶ ὀφρύας εὗσεν ἀυτμὴ
390
γλήνης καιομένης , σφαραγεῦντο δέ οἱ πυρὶ ῥίζαι.