Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἧκε δ᾽ ἀπορρήξας κορυφὴν ὄρεος μεγάλοιο,
κὰδ δ᾽ ἔβαλε προπάροιθε νεὸς κυανοπρῴροιο
τυτθόν , ἐδεύησεν δ᾽ οἰήιον ἄκρον ἱκέσθαι,
ἐκλύσθη δὲ θάλασσα κατερχομένης ὑπὸ πέτρης:
485
τὴν δ᾽ αἶψ᾽ ἤπειρόνδε παλιρρόθιον φέρε κῦμα,
πλημυρὶς ἐκ πόντοιο , θέμωσε δὲ χέρσον ἱκέσθαι.
αὐτὰρ ἐγὼ χείρεσσι λαβὼν περιμήκεα κοντὸν
ὦσα παρέξ , ἑτάροισι δ᾽ ἐποτρύνας ἐκέλευσα
ἐμβαλέειν κώπῃς , ἵν᾽ ὑπὲκ κακότητα φύγοιμεν,
490
κρατὶ κατανεύων : οἱ δὲ προπεσόντες ἔρεσσον.
ἀλλ᾽ ὅτε δὴ δὶς τόσσον ἅλα πρήσσοντες ἀπῆμεν,
καὶ τότε δὴ Κύκλωπα προσηύδων : ἀμφὶ δ᾽ ἑταῖροι
μειλιχίοις ἐπέεσσιν ἐρήτυον ἄλλοθεν ἄλλος:
“‘σχέτλιε , τίπτ᾽ ἐθέλεις ἐρεθιζέμεν ἄγριον ἄνδρα;
495
ὃς καὶ νῦν πόντονδε βαλὼν βέλος ἤγαγε νῆα
αὖτις ἐς ἤπειρον , καὶ δὴ φάμεν αὐτόθ᾽ ὀλέσθαι.
εἰ δὲ φθεγξαμένου τευ αὐδήσαντος ἄκουσε,
σύν κεν ἄραξ᾽ ἡμέων κεφαλὰς καὶ νήια δοῦρα
μαρμάρῳ ὀκριόεντι βαλών : τόσσον γὰρ ἵησιν.’
500
ὣς φάσαν , ἀλλ᾽ οὐ πεῖθον ἐμὸν μεγαλήτορα θυμόν,
ἀλλά μιν ἄψορρον προσέφην κεκοτηότι θυμῷ:
Κύκλωψ , αἴ κέν τίς σε καταθνητῶν ἀνθρώπων
ὀφθαλμοῦ εἴρηται ἀεικελίην ἀλαωτύν,
φάσθαι Ὀδυσσῆα πτολιπόρθιον ἐξαλαῶσαι,
505
υἱὸν Λαέρτεω , Ἰθάκῃ ἔνι οἰκί᾽ ἔχοντα.’
ὣς ἐφάμην , δέ μ᾽ οἰμώξας ἠμείβετο μύθῳ:
πόποι , μάλα δή με παλαίφατα θέσφαθ᾽ ἱκάνει.
ἔσκε τις ἐνθάδε μάντις ἀνὴρ ἠύς τε μέγας τε,
Τήλεμος Εὐρυμίδης , ὃς μαντοσύνῃ ἐκέκαστο
510
καὶ μαντευόμενος κατεγήρα Κυκλώπεσσιν: