Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ὅς μοι ἔφη τάδε πάντα τελευτήσεσθαι ὀπίσσω,
χειρῶν ἐξ Ὀδυσῆος ἁμαρτήσεσθαι ὀπωπῆς.
ἀλλ᾽ αἰεί τινα φῶτα μέγαν καὶ καλὸν ἐδέγμην
ἐνθάδ᾽ ἐλεύσεσθαι , μεγάλην ἐπιειμένον ἀλκήν:
515
νῦν δέ μ᾽ ἐὼν ὀλίγος τε καὶ οὐτιδανὸς καὶ ἄκικυς
ὀφθαλμοῦ ἀλάωσεν , ἐπεί μ᾽ ἐδαμάσσατο οἴνῳ.
ἀλλ᾽ ἄγε δεῦρ᾽ , Ὀδυσεῦ , ἵνα τοι πὰρ ξείνια θείω
πομπήν τ᾽ ὀτρύνω δόμεναι κλυτὸν ἐννοσίγαιον:
τοῦ γὰρ ἐγὼ πάϊς εἰμί , πατὴρ δ᾽ ἐμὸς εὔχεται εἶναι.
520
αὐτὸς δ᾽ , αἴ κ᾽ ἐθέλῃσ᾽ , ἰήσεται , οὐδέ τις ἄλλος
οὔτε θεῶν μακάρων οὔτε θνητῶν ἀνθρώπων.’
ὣς ἔφατ᾽ , αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον:
αἲ γὰρ δὴ ψυχῆς τε καὶ αἰῶνός σε δυναίμην
εὖνιν ποιήσας πέμψαι δόμον Ἄϊδος εἴσω,
525
ὡς οὐκ ὀφθαλμόν γ᾽ ἰήσεται οὐδ᾽ ἐνοσίχθων.’
ὣς ἐφάμην , δ᾽ ἔπειτα Ποσειδάωνι ἄνακτι
εὔχετο χεῖρ᾽ ὀρέγων εἰς οὐρανὸν ἀστερόεντα:
κλῦθι , Ποσείδαον γαιήοχε κυανοχαῖτα,
εἰ ἐτεόν γε σός εἰμι , πατὴρ δ᾽ ἐμὸς εὔχεαι εἶναι,
530
δὸς μὴ Ὀδυσσῆα πτολιπόρθιον οἴκαδ᾽ ἱκέσθαι
υἱὸν Λαέρτεω , Ἰθάκῃ ἔνι οἰκί᾽ ἔχοντα.
ἀλλ᾽ εἴ οἱ μοῖρ᾽ ἐστὶ φίλους τ᾽ ἰδέειν καὶ ἱκέσθαι
οἶκον ἐυκτίμενον καὶ ἑὴν ἐς πατρίδα γαῖαν,
ὀψὲ κακῶς ἔλθοι , ὀλέσας ἄπο πάντας ἑταίρους,
535
νηὸς ἐπ᾽ ἀλλοτρίης , εὕροι δ᾽ ἐν πήματα οἴκῳ.’
ὣς ἔφατ᾽ εὐχόμενος , τοῦ δ᾽ ἔκλυε κυανοχαίτης.
αὐτὰρ γ᾽ ἐξαῦτις πολὺ μείζονα λᾶαν ἀείρας
ἧκ᾽ ἐπιδινήσας , ἐπέρεισε δὲ ἶν᾽ ἀπέλεθρον,
κὰδ᾽ δ᾽ ἔβαλεν μετόπισθε νεὸς κυανοπρῴροιο
540
τυτθόν , ἐδεύησεν δ᾽ οἰήιον ἄκρον ἱκέσθαι.