Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἐκλύσθη δὲ θάλασσα κατερχομένης ὑπὸ πέτρης:
τὴν δὲ πρόσω φέρε κῦμα , θέμωσε δὲ χέρσον ἱκέσθαι.
ἀλλ᾽ ὅτε δὴ τὴν νῆσον ἀφικόμεθ᾽ , ἔνθα περ ἄλλαι
νῆες ἐύσσελμοι μένον ἁθρόαι , ἀμφὶ δ᾽ ἑταῖροι
545
ἥατ᾽ ὀδυρόμενοι , ἡμέας ποτιδέγμενοι αἰεί,
νῆα μὲν ἔνθ᾽ ἐλθόντες ἐκέλσαμεν ἐν ψαμάθοισιν,
ἐκ δὲ καὶ αὐτοὶ βῆμεν ἐπὶ ῥηγμῖνι θαλάσσης.
μῆλα δὲ Κύκλωπος γλαφυρῆς ἐκ νηὸς ἑλόντες
δασσάμεθ᾽ , ὡς μή τίς μοι ἀτεμβόμενος κίοι ἴσης.
550
ἀρνειὸν δ᾽ ἐμοὶ οἴῳ ἐυκνήμιδες ἑταῖροι
μήλων δαιομένων δόσαν ἔξοχα : τὸν δ᾽ ἐπὶ θινὶ
Ζηνὶ κελαινεφέι Κρονίδῃ , ὃς πᾶσιν ἀνάσσει,
ῥέξας μηρί᾽ ἔκαιον : δ᾽ οὐκ ἐμπάζετο ἱρῶν,
ἀλλ᾽ γε μερμήριξεν ὅπως ἀπολοίατο πᾶσαι
555
νῆες ἐύσσελμοι καὶ ἐμοὶ ἐρίηρες ἑταῖροι.
ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
ἥμεθα δαινύμενοι κρέα τ᾽ ἄσπετα καὶ μέθυ ἡδύ:
ἦμος δ᾽ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε,
δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.
560
ἦμος δ᾽ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
δὴ τότ᾽ ἐγὼν ἑτάροισιν ἐποτρύνας ἐκέλευσα
αὐτούς τ᾽ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι:
οἱ δ᾽ αἶψ᾽ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον,
ἑξῆς δ᾽ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.
565
ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ,
ἄσμενοι ἐκ θανάτοιο , φίλους ὀλέσαντες ἑταίρους.