Theogeny, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
31
δρέψασαι ,
θηητόν :
ἐνέπνευσαν δέ μοι αὐδὴν
32
θέσπιν ,
ἵνα κλείοιμι τά τ᾽ ἐσσόμενα πρό τ᾽ ἐόντα.
33
καί μ᾽ ἐκέλονθ᾽ ὑμνεῖν μακάρων γένος αἰὲν ἐόντων,
34
σφᾶς δ᾽ αὐτὰς πρῶτόν τε καὶ ὕστατον αἰὲν ἀείδειν.
35
ἀλλὰ τί ἦ μοι ταῦτα περὶ δρῦν ἢ περὶ πέτρην;
36
τύνη ,
Μουσάων ἀρχώμεθα ,
ταὶ Διὶ πατρὶ
37
ὑμνεῦσαι τέρπουσι μέγαν νόον ἐντὸς Ὀλύμπου,
38
εἰρεῦσαι τά τ᾽ ἐόντα τά τ᾽ ἐσσόμενα πρό τ᾽ ἐόντα,
39
φωνῇ ὁμηρεῦσαι :
τῶν δ᾽ ἀκάματος ῥέει αὐδὴ
40
ἐκ στομάτων ἡδεῖα :
γελᾷ δέ τε δώματα πατρὸς
41
Ζηνὸς ἐριγδούποιο θεᾶν ὀπὶ λειριοέσσῃ
42
σκιδναμένῃ :
ἠχεῖ δὲ κάρη νιφόεντος Ὀλύμπου
43
δώματά τ᾽ ἀθανάτων .
αἳ δ᾽ ἄμβροτον ὄσσαν ἱεῖσαι
44
θεῶν γένος αἰδοῖον πρῶτον κλείουσιν ἀοιδῇ
45
ἐξ ἀρχῆς ,
οὓς Γαῖα καὶ Οὐρανὸς εὐρὺς ἔτικτεν,
46
οἵ τ᾽ ἐκ τῶν ἐγένοντο θεοί ,
δωτῆρες ἐάων.
47
δεύτερον αὖτε Ζῆνα ,
θεῶν πατέρ᾽ ἠδὲ καὶ ἀνδρῶν,
48
ἀρχόμεναί θ᾽ ὑμνεῦσι καὶ ἐκλήγουσαι ἀοιδῆς,
49
ὅσσον φέρτατός ἐστι θεῶν κράτεί τε μέγιστος.
50
αὖτις δ᾽ ἀνθρώπων τε γένος κρατερῶν τε Γιγάντων
51
ὑμνεῦσαι τέρπουσι Διὸς νόον ἐντὸς Ὀλύμπου
52
Μοῦσαι Ὀλυμπιάδες ,
κοῦραι Διὸς αἰγιόχοιο.
53
τὰς ἐν Πιερίῃ Κρονίδῃ τέκε πατρὶ μιγεῖσα
54
Μνημοσύνη ,
γουνοῖσιν Ἐλευθῆρος μεδέουσα,
55
λησμοσύνην τε κακῶν ἄμπαυμά τε μερμηράων.
56
ἐννέα γάρ οἱ νυκτὸς ἐμίσγετο μητίετα Ζεὺς
57
νόσφιν ἀπ᾽ ἀθανάτων ἱερὸν λέχος εἰσαναβαίνων:
58
ἀλλ᾽ ὅτε δή ῥ᾽ ἐνιαυτὸς ἔην ,
περὶ δ᾽ ἔτραπον ὧραι
59
μηνῶν φθινόντων ,
περὶ δ᾽ ἤματα πόλλ᾽ ἐτελέσθη,
60
ἣ δ᾽ ἔτεκ᾽ ἐννέα κούρας ὁμόφρονας ,
ᾗσιν ἀοιδὴ