Theogeny, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἐρχόμενον δ᾽ ἀν᾽ ἀγῶνα θεὸν ὣς ἱλάσκονται
αἰδοῖ μειλιχίῃ , μετὰ δὲ πρέπει ἀγρομένοισιν:
τοίη Μουσάων ἱερὴ δόσις ἀνθρώποισιν.
ἐκ γάρ τοι Μουσέων καὶ ἑκηβόλου Ἀπόλλωνος
95
ἄνδρες ἀοιδοὶ ἔασιν ἐπὶ χθόνα καὶ κιθαρισταί,
ἐκ δὲ Διὸς βασιλῆες : δ᾽ ὄλβιος , ὅν τινα Μοῦσαι
φίλωνται : γλυκερή οἱ ἀπὸ στόματος ῥέει αὐδή.
εἰ γάρ τις καὶ πένθος ἔχων νεοκηδέι θυμῷ
ἄζηται κραδίην ἀκαχήμενος , αὐτὰρ ἀοιδὸς
100
Μουσάων θεράπων κλέεα προτέρων ἀνθρώπων
ὑμνήσῃ μάκαράς τε θεούς , οἳ Ὄλυμπον ἔχουσιν,
αἶψ᾽ γε δυσφροσυνέων ἐπιλήθεται οὐδέ τι κηδέων
μέμνηται : ταχέως δὲ παρέτραπε δῶρα θεάων.
χαίρετε , τέκνα Διός , δότε δ᾽ ἱμερόεσσαν ἀοιδήν.
105
κλείετε δ᾽ ἀθανάτων ἱερὸν γένος αἰὲν ἐόντων,
οἳ Γῆς τ᾽ ἐξεγένοντο καὶ Οὐρανοῦ ἀστερόεντος,
Νυκτός τε δνοφερῆς , οὕς θ᾽ ἁλμυρὸς ἔτρεφε Πόντος.
εἴπατε δ᾽ , ὡς τὰ πρῶτα θεοὶ καὶ γαῖα γένοντο
καὶ ποταμοὶ καὶ πόντος ἀπείριτος , οἴδματι θυίων,
110
ἄστρα τε λαμπετόωντα καὶ οὐρανὸς εὐρὺς ὕπερθεν
[ οἵ τ᾽ ἐκ τῶν ἐγένοντο θεοί , δωτῆρες ἐάων ]
ὥς τ᾽ ἄφενος δάσσαντο καὶ ὡς τιμὰς διέλοντο
ἠδὲ καὶ ὡς τὰ πρῶτα πολύπτυχον ἔσχον Ὄλυμπον.
ταῦτά μοι ἔσπετε Μοῦσαι , Ὀλύμπια δώματ᾽ ἔχουσαι
115
ἐξ ἀρχῆς , καὶ εἴπαθ᾽ , τι πρῶτον γένετ᾽ αὐτῶν.
τοι μὲν πρώτιστα Χάος γένετ᾽ , αὐτὰρ ἔπειτα
Γαῖ᾽ εὐρύστερνος , πάντων ἕδος ἀσφαλὲς αἰεὶ
[ ἀθανάτων , οἳ ἔχουσι κάρη νιφόεντος Ὀλύμπου, ]
Τάρταρά τ᾽ ἠερόεντα μυχῷ χθονὸς εὐρυοδείης,
120
ἠδ᾽ Ἔρος , ὃς κάλλιστος ἐν ἀθανάτοισι θεοῖσι,