Memorabilia, Xenophontis Opera omnia Volume 2 Commentarii, Oeconomicus, Convivium, Apologia Socratis; Xenophon, creator; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
καὶ ὁ Σωκράτης ἔφη· οὐ δήπου, ὦ Εὐθύδημε, ταύτης τῆς ἀρετῆς ἐφίεσαι, διʼ ἣν ἄνθρωποι πολιτικοὶ γίγνονται καὶ οἰκονομικοὶ καὶ ἄρχειν ἱκανοὶ καὶ ὠφέλιμοι τοῖς τε ἄλλοις ἀνθρώποις καὶ ἑαυτοῖς; καὶ ὁ Εὐθύδημος, σφόδρα γʼ, ἔφη, ὦ Σώκρατες, ταύτης τῆς ἀρετῆς δέομαι. νὴ Δίʼ, ἔφη ὁ Σωκράτης, τῆς καλλίστης ἀρετῆς καὶ μεγίστης ἐφίεσαι τέχνης· ἔστι γὰρ τῶν βασιλέων αὕτη καὶ καλεῖται βασιλική. ἀτάρ, ἔφη, κατανενόηκας, εἰ οἷόν τέ ἐστι μὴ ὄντα δίκαιον ἀγαθὸν ταῦτα γενέσθαι; καὶ μάλα, ἔφη· καὶ οὐχ οἷόν τέ γε ἄνευ δικαιοσύνης ἀγαθὸν πολίτην γενέσθαι.
τί οὖν; ἔφη, σὺ δὴ τοῦτο κατείργασαι; οἶμαί γʼ, ἔφη, ὦ Σώκρατες, οὐδενὸς ἂν ἧττον φανῆναι δίκαιος. ἆρʼ οὖν, ἔφη, τῶν δικαίων ἐστὶν ἔργα ὥσπερ τῶν τεκτόνων; ἔστι μέντοι, ἔφη. ἆρʼ οὖν, ἔφη, ὥσπερ οἱ τέκτονες ἔχουσι τὰ ἑαυτῶν ἔργα ἐπιδεῖξαι, οὕτως οἱ δίκαιοι τὰ αὑτῶν ἔχοιεν ἂν ἐξηγήσασθαι; μὴ οὖν, ἔφη ὁ Εὐθύδημος, οὐ δύναμαι ἐγὼ τὰ τῆς δικαιοσύνης ἔργα ἐξηγήσασθαι; καὶ νὴ Δίʼ ἔγωγε τὰ τῆς ἀδικίας· ἐπεὶ οὐκ ὀλίγα ἔστι καθʼ ἑκάστην ἡμέραν τοιαῦτα ὁρᾶν τε καὶ ἀκούειν.
βούλει οὖν, ἔφη ὁ Σωκράτης, γράψωμεν ἐνταυθοῖ μὲν δέλτα, ἐνταυθοῖ δὲ ἄλφα, εἶτα ὅ τι μὲν ἂν δοκῇ ἡμῖν τῆς δικαιοσύνης ἔργον εἶναι, πρὸς τὸ δέλτα τιθῶμεν, ὅ τι δʼ ἂν τῆς ἀδικίας, πρὸς τὸ ἄλφα; εἴ τί σοι δοκεῖ, ἔφη, προσδεῖν τούτων, ποίει ταῦτα. καὶ ὁ Σωκράτης γράψας ὥσπερ εἶπεν, οὐκοῦν, ἔφη, ἔστιν ἐν ἀνθρώποις ψεύδεσθαι;
ἔστι μέντοι, ἔφη. ποτέρωσε οὖν, ἔφη, θῶμεν τοῦτο; δῆλον, ἔφη, ὅτι πρὸς τὴν ἀδικίαν. οὐκοῦν, ἔφη, καὶ ἐξαπατᾶν ἔστι; καὶ μάλα, ἔφη. τοῦτο οὖν ποτέρωσε θῶμεν; καὶ τοῦτο δῆλον ὅτι, ἔφη, πρὸς τὴν ἀδικίαν. τί δὲ τὸ κακουργεῖν; καὶ τοῦτο, ἔφη. τὸ δὲ ἀνδραποδίζεσθαι; καὶ τοῦτο. πρὸς δὲ τῇ δικαιοσύνῃ οὐδὲν ἡμῖν τούτων κείσεται, ὦ Εὐθύδημε;
δεινὸν γὰρ ἂν εἴη, ἔφη. τί δʼ; ἐάν τις στρατηγὸς αἱρεθεὶς ἄδικόν τε καὶ ἐχθρὰν πόλιν ἐξανδραποδίσηται, φήσομεν τοῦτον ἀδικεῖν; οὐ δῆτα, ἔφη. δίκαια δὲ ποιεῖν οὐ φήσομεν; καὶ μάλα. τί δʼ; ἐὰν ἐξαπατᾷ πολεμῶν αὐτοῖς; δίκαιον, ἔφη, καὶ τοῦτο. ἐὰν δὲ κλέπτῃ τε καὶ ἁρπάζῃ τὰ τούτων, οὐ δίκαια ποιήσει; καὶ μάλα, ἔφη· ἀλλʼ ἐγώ σε τὸ πρῶτον ὑπελάμβανον πρὸς τοὺς φίλους μόνον ταῦτα ἐρωτᾶν. οὐκοῦν, ἔφη, ὅσα πρὸς τῇ ἀδικίᾳ ἐθήκαμεν, ταῦτα καὶ πρὸς τῇ δικαιοσύνῃ θετέον ἂν εἴη;