Memorabilia, Xenophontis Opera omnia Volume 2 Commentarii, Oeconomicus, Convivium, Apologia Socratis; Xenophon, creator; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
ὡς δὲ καὶ διαλεκτικωτέρους ἐποίει τοὺς συνόντας, πειράσομαι καὶ τοῦτο λέγειν. Σωκράτης γὰρ τοὺς μὲν εἰδότας τί ἕκαστον εἴη τῶν ὄντων ἐνόμιζε καὶ τοῖς ἄλλοις ἂν ἐξηγεῖσθαι δύνασθαι· τοὺς δὲ μὴ εἰδότας οὐδὲν ἔφη θαυμαστὸν εἶναι αὐτούς τε σφάλλεσθαι καὶ ἄλλους σφάλλειν· ὧν ἕνεκα σκοπῶν σὺν τοῖς συνοῦσι, τί ἕκαστον εἴη τῶν ὄντων, οὐδέποτʼ ἔληγε. πάντα μὲν οὖν ᾗ διωρίζετο πολὺ ἔργον ἂν εἴη διεξελθεῖν· ἐν ὅσοις δὲ τὸν τρόπον τῆς ἐπισκέψεως δηλώσειν οἶμαι, τοσαῦτα λέξω.
πρῶτον δὲ περὶ εὐσεβείας ὧδέ πως ἐσκόπει· εἰπέ μοι, ἔφη, ὦ Εὐθύδημε, ποῖόν τι νομίζεις εὐσέβειαν εἶναι; καὶ ὅς, κάλλιστον νὴ Δίʼ, ἔφη. ἔχεις οὖν εἰπεῖν ὁποῖός τις ὁ εὐσεβής ἐστιν; ἐμοὶ μὲν δοκεῖ, ἔφη, ὁ τοὺς θεοὺς τιμῶν. ἔξεστι δὲ ὃν ἄν τις βούληται τρόπον τοὺς θεοὺς τιμᾶν; οὐκ ἀλλὰ νόμοι εἰσὶ καθʼ οὓς δεῖ τοὺς θεοὺς τιμᾶν.
οὐκοῦν ὁ τοὺς νόμους τούτους εἰδὼς εἰδείη ἂν ὡς δεῖ τοὺς θεοὺς τιμᾶν; οἶμαι ἔγωγʼ, ἔφη. ἆρʼ οὖν ὁ εἰδὼς ὡς δεῖ τοὺς θεοὺς τιμᾶν οὐκ ἄλλως οἴεται δεῖν τοῦτο ποιεῖν ἢ ὡς οἶδεν; οὐ γὰρ οὖν, ἔφη. ἄλλως δέ τις θεοὺς τιμᾷ ἢ ὡς οἴεται δεῖν;
οὐκ οἶμαι, ἔφη. ὁ ἄρα τὰ περὶ τοὺς θεοὺς νόμιμα εἰδὼς νομίμως ἂν τοὺς θεοὺς τιμῴη; πάνυ μὲν οὖν. οὐκοῦν ὅ γε νομίμως τιμῶν ὡς δεῖ τιμᾷ; πῶς γὰρ οὔ; ὁ δέ γε ὡς δεῖ τιμῶν εὐσεβής ἐστι; πάνυ μὲν οὖν, ἔφη. ὁ ἄρα τὰ περὶ τοὺς θεοὺς νόμιμα εἰδὼς ὀρθῶς ἂν ἡμῖν εὐσεβὴς ὡρισμένος εἴη; ἐμοὶ γοῦν, ἔφη, δοκεῖ.
ἀνθρώποις δὲ ἆρα ἔξεστιν ὃν ἄν τις τρόπον βούληται χρῆσθαι; οὐκ ἀλλὰ καὶ περὶ τούτους ὁ εἰδὼς ἅ ἐστι νόμιμα καθʼ ἃ δεῖ πως ἀλλήλοις χρῆσθαι, νόμιμος ἂν εἴη. οὐκοῦν οἱ κατὰ ταῦτα χρώμενοι ἀλλήλοις ὡς δεῖ χρῶνται; πῶς γὰρ οὔ; οὐκοῦν οἵ γε ὡς δεῖ χρώμενοι καλῶς χρῶνται; πάνυ μὲν οὖν, ἔφη. οὐκοῦν οἵ γε τοῖς ἀνθρώποις καλῶς χρώμενοι καλῶς πράττουσι τὰ ἀνθρώπεια πράγματα; εἰκός γʼ, ἔφη. οὐκοῦν οἱ τοῖς νόμοις πειθόμενοι δίκαια οὗτοι ποιοῦσι;
πάνυ μὲν οὖν, ἔφη. δίκαια δὲ ἔφη, οἶσθα ὁποῖα καλεῖται; ἃ οἱ νόμοι κελεύουσιν, ἔφη. οἱ ἄρα ποιοῦντες ἃ οἱ νόμοι κελεύουσι δίκαιά τε ποιοῦσι καὶ ἃ δεῖ; πῶς γὰρ οὔ; οὐκοῦν οἵ γε τὰ δίκαια ποιοῦντες δίκαιοί εἰσιν; οἴομαι ἔγωγʼ, ἔφη. οἴει οὖν τινας πείθεσθαι τοῖς νόμοις μὴ εἰδότας ἃ οἱ νόμοι κελεύουσιν; οὐκ ἔγωγʼ, ἔφη. εἰδότας δὲ ἃ δεῖ ποιεῖν οἴει τινὰς οἴεσθαι δεῖν μὴ ταῦτα ποιεῖν; οὐκ οἶμαι, ἔφη. οἶδας δέ τινας ἄλλα ποιοῦντας ἢ ἃ οἴονται δεῖν; οὐκ ἔγωγʼ, ἔφη. οἱ ἄρα τὰ περὶ ἀνθρώπους νόμιμα εἰδότες οὗτοι τὰ δίκαια ποιοῦσι; πάνυ μὲν οὖν, ἔφη. οὐκοῦν οἵ γε τὰ δίκαια ποιοῦντες δίκαιοί εἰσι; τίνες γὰρ ἄλλοι; ἔφη. ὀρθῶς ἄν ποτε ἄρα ὁριζοίμεθα ὁριζόμενοι δικαίους εἶναι τοὺς εἰδότας τὰ περὶ ἀνθρώπους νόμιμα; ἔμοιγε δοκεῖ, ἔφη.
σοφίαν δὲ τί ἂν φήσαιμεν εἶναι; εἰπέ μοι, πότερά σοι δοκοῦσιν οἱ σοφοί, ἃ ἐπίστανται, ταῦτα σοφοὶ εἶναι, ἢ εἰσί τινες ἃ μὴ ἐπίστανται σοφοί; ἃ ἐπίστανται δῆλον ὅτι, ἔφη· πῶς γὰρ ἄν τις, ἅ γε μὴ ἐπίσταιτο, ταῦτα σοφὸς εἴη; ἆρʼ οὖν οἱ σοφοὶ ἐπιστήμῃ σοφοί εἰσι; τίνι γὰρ ἄν, ἔφη, ἄλλῳ τις εἴη σοφός, εἴ γε μὴ ἐπιστήμῃ; ἄλλο δέ τι σοφίαν οἴει εἶναι ἢ ᾧ σοφοί εἰσιν; οὐκ ἔγωγε. ἐπιστήμη ἄρα σοφία ἐστίν; ἔμοιγε δοκεῖ. ἆρʼ οὖν δοκεῖ σοι ἀνθρώπῳ δυνατὸν εἶναι τὰ ὄντα πάντα ἐπίστασθαι; οὐδὲ μὰ Δίʼ ἔμοιγε πολλοστὸν μέρος αὐτῶν. πάντα μὲν ἄρα σοφὸν οὐχ οἷόν τε ἄνθρωπον εἶναι; μὰ Δίʼ οὐ δῆτα, ἔφη. ὃ ἄρα ἐπίσταται ἕκαστος, τοῦτο καὶ σοφός ἐστιν; ἔμοιγε δοκεῖ.
ἆρʼ οὖν, ὦ Εὐθύδημε, καὶ τἀγαθὸν οὕτω ζητητέον ἐστί; πῶς; ἔφη. δοκεῖ σοι τὸ αὐτὸ πᾶσιν ὠφέλιμον εἶναι; οὐκ ἔμοιγε. τί δέ; τὸ ἄλλῳ ὠφέλιμον οὐ δοκεῖ σοι ἐνίοτε ἄλλῳ βλαβερὸν εἶναι; καὶ μάλα, ἔφη. ἄλλο δʼ ἄν τι φαίης ἀγαθὸν εἶναι ἢ τὸ ὠφέλιμον; οὐκ ἔγωγʼ, ἔφη. τὸ ἄρα ὠφέλιμον ἀγαθόν ἐστιν ὅτῳ ἂν ὠφέλιμον ᾖ; δοκεῖ μοι, ἔφη.
τὸ δὲ καλὸν ἔχοιμεν ἄν πως ἄλλως εἰπεῖν; ἤ, εἰ ἔστιν, ὀνομάζεις καλὸν ἢ σῶμα ἢ σκεῦος ἢ ἄλλʼ ὁτιοῦν, ὃ οἶσθα πρὸς πάντα καλὸν ὄν; μὰ Δίʼ οὐκ ἔγωγʼ, ἔφη. ἆρʼ οὖν, πρὸς ὃ ἂν ἕκαστον χρήσιμον ᾖ, πρὸς τοῦτο ἑκάστῳ καλῶς ἔχει χρῆσθαι; πάνυ μὲν οὖν, ἔφη. καλὸν δὲ πρὸς ἄλλο τί ἐστιν ἕκαστον ἢ πρὸς ὃ ἑκάστῳ καλῶς ἔχει χρῆσθαι; οὐδὲ πρὸς ἓν ἄλλο, ἔφη. τὸ χρήσιμον ἄρα καλόν ἐστι πρὸς ὃ ἂν ᾖ χρήσιμον; ἔμοιγε δοκεῖ, ἔφη.
ἀνδρείαν δέ, ὦ Εὐθύδημε, ἆρα τῶν καλῶν νομίζεις εἶναι; κάλλιστον μὲν οὖν ἔγωγʼ, ἔφη. χρήσιμον ἄρα οὐ πρὸς τὰ ἐλάχιστα νομίζεις τὴν ἀνδρείαν; νὴ Δίʼ, ἔφη, πρὸς τὰ μέγιστα μὲν οὖν. ἆρʼ οὖν δοκεῖ σοι πρὸς τὰ δεινά τε καὶ ἐπικίνδυνα χρήσιμον εἶναι τὸ ἀγνοεῖν αὐτά; ἥκιστά γʼ, ἔφη. οἱ ἄρα μὴ φοβούμενοι τὰ τοιαῦτα διὰ τὸ μὴ εἰδέναι τί ἐστιν οὐκ ἀνδρεῖοί εἰσι; νὴ Δίʼ, ἔφη, πολλοὶ γὰρ ἂν οὕτω γε τῶν τε μαινομένων καὶ τῶν δειλῶν ἀνδρεῖοι εἶεν. τί δὲ οἱ καὶ τὰ μὴ δεινὰ δεδοικότες; ἔτι γε νὴ Δίʼ ἧττον, ἔφη. ἆρʼ οὖν τοὺς μὲν ἀγαθοὺς πρὸς τὰ δεινὰ καὶ ἐπικίνδυνα ὄντας ἀνδρείους ἡγῇ εἶναι, τοὺς δὲ κακοὺς δειλούς;
πάνυ μὲν οὖν, ἔφη. ἀγαθοὺς δὲ πρὸς τὰ τοιαῦτα νομίζεις ἄλλους τινὰς ἢ τοὺς δυναμένους αὐτοῖς καλῶς χρῆσθαι; οὐκ ἀλλὰ τούτους, ἔφη. κακοὺς δὲ ἄρα τοὺς οἵους τούτοις κακῶς χρῆσθαι; τίνας γὰρ ἄλλους; ἔφη. ἆρʼ οὖν ἕκαστοι χρῶνται ὡς οἴονται δεῖν; πῶς γὰρ ἄλλως; ἔφη. ἆρʼ οὖν οἱ μὴ δυνάμενοι καλῶς χρῆσθαι ἴσασιν ὡς δεῖ χρῆσθαι; οὐ δήπου γε, ἔφη. οἱ ἄρα εἰδότες ὡς δεῖ χρῆσθαι, οὗτοι καὶ δύνανται; μόνοι γʼ, ἔφη. τί δέ; οἱ μὴ διημαρτηκότες ἆρα κακῶς χρῶνται τοῖς τοιούτοις; οὐκ οἴομαι, ἔφη. οἱ ἄρα κακῶς χρώμενοι διημαρτήκασιν; εἰκός γʼ, ἔφη. οἱ μὲν ἄρα ἐπιστάμενοι τοῖς δεινοῖς τε καὶ ἐπικινδύνοις καλῶς χρῆσθαι ἀνδρεῖοί εἰσιν, οἱ δὲ διαμαρτάνοντες τούτου δειλοί; ἔμοιγε δοκοῦσιν, ἔφη.
βασιλείαν δὲ καὶ τυραννίδα ἀρχὰς μὲν ἀμφοτέρας ἡγεῖτο εἶναι, διαφέρειν δὲ ἀλλήλων ἐνόμιζε. τὴν μὲν γὰρ ἑκόντων τε τῶν ἀνθρώπων καὶ κατὰ νόμους τῶν πόλεων ἀρχὴν βασιλείαν ἡγεῖτο, τὴν δὲ ἀκόντων τε καὶ μὴ κατὰ νόμους, ἀλλʼ ὅπως ὁ ἄρχων βούλοιτο, τυραννίδα. καὶ ὅπου μὲν ἐκ τῶν τὰ νόμιμα ἐπιτελούντων αἱ ἀρχαὶ καθίστανται, ταύτην μὲν τὴν πολιτείαν ἀριστοκρατίαν ἐνόμιζεν εἶναι, ὅπου δʼ ἐκ τιμημάτων, πλουτοκρατίαν, ὅπου δʼ ἐκ πάντων, δημοκρατίαν.
εἰ δέ τις αὐτῷ περί του ἀντιλέγοι μηδὲν ἔχων σαφὲς λέγειν, ἀλλʼ ἄνευ ἀποδείξεως ἤτοι σοφώτερον φάσκων εἶναι ὃν αὐτὸς λέγοι ἢ πολιτικώτερον ἢ ἀνδρειότερον ἢ ἄλλο τι τῶν τοιούτων, ἐπὶ τὴν ὑπόθεσιν ἐπανῆγεν ἂν πάντα τὸν λόγον ὧδέ πως·
φῂς σὺ ἀμείνω πολίτην εἶναι ὃν σὺ ἐπαινεῖς ἢ ὃν ἐγώ; φημὶ γὰρ οὖν. τί οὖν οὐκ ἐκεῖνο πρῶτον ἐπεσκεψάμεθα, τί ἐστιν ἔργον ἀγαθοῦ πολίτου; ποιῶμεν τοῦτο. οὐκοῦν ἐν μὲν χρημάτων διοικήσει κρατοίη ἂν ὁ χρήμασιν εὐπορωτέραν τὴν πόλιν ποιῶν; πάνυ μὲν οὖν. ἐν δέ γε πολέμῳ ὁ καθυπερτέραν τῶν ἀντιπάλων; πῶς γὰρ οὔ; ἐν δὲ πρεσβείᾳ ἆρʼ ὃς ἂν φίλους ἀντὶ πολεμίων παρασκευάζῃ; εἰκός γε. οὐκοῦν καὶ ἐν δημηγορίᾳ ὁ στάσεις τε παύων καὶ ὁμόνοιαν ἐμποιῶν; ἔμοιγε δοκεῖ. οὕτω δὲ τῶν λόγων ἐπαναγομένων καὶ τοῖς ἀντιλέγουσιν αὐτοῖς φανερὸν ἐγίγνετο τἀληθές.
ὁπότε δὲ αὐτός τι τῷ λόγῳ διεξίοι, διὰ τῶν μάλιστα ὁμολογουμένων ἐπορεύετο, νομίζων ταύτην τὴν ἀσφάλειαν εἶναι λόγου. τοιγαροῦν πολὺ μάλιστα ὧν ἐγὼ οἶδα, ὅτε λέγοι, τοὺς ἀκούοντας ὁμολογοῦντας παρεῖχε. ἔφη δὲ καὶ Ὅμηρον τῷ Ὀδυσσεῖ ἀναθεῖναι τὸ ἀσφαλῆ ῥήτορα εἶναι, ὡς ἱκανὸν αὐτὸν ὄντα διὰ τῶν δοκούντων τοῖς ἀνθρώποις ἄγειν τοὺς λόγους.