Suppliant Women, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Ζεὺς μὲν ἀφίκτωρ ἐπίδοι προφρόνως
στόλον ἡμέτερον νάιον ἀρθέντ᾽
ἀπὸ προστομίων λεπτοψαμάθων
Νείλου . Δίαν δὲ λιποῦσαι
5
χθόνα σύγχορτον Συρίᾳ φεύγομεν,
οὔτιν᾽ ἐφ᾽ αἵματι δημηλασίαν
ψήφῳ πόλεως γνωσθεῖσαν,
ἀλλ᾽ αὐτογενεῖ φυξανορίᾳ
γάμον Αἰγύπτου παίδων ἀσεβῆ
10
᾽ξ᾽ονοταζόμεναι.
Δαναὸς δὲ πατὴρ καὶ βούλαρχος
καὶ στασίαρχος τάδε πεσσονομῶν
κύδιστ᾽ ἀχέων ἐπέκρανε,
φεύγειν ἀνέδην διὰ κῦμ᾽ ἅλιον,
15
κέλσαι δ᾽ Ἄργους γαῖαν , ὅθεν δὴ
γένος ἡμέτερον τῆς οἰστροδόνου
βοὸς ἐξ ἐπαφῆς κἀξ ἐπιπνοίας
Διὸς εὐχόμενον τετέλεσται.
τίν᾽ ἂν οὖν χώραν εὔφρονα μᾶλλον
20
τῆσδ᾽ ἀφικοίμεθα
σὺν τοῖσδ᾽ ἱκετῶν ἐγχειριδίοις
ἐριοστέπτοισι κλάδοισιν;
πόλις , γῆ , καὶ λευκὸν ὕδωρ,
ὕπατοί τε θεοί , καὶ βαρύτιμοι
25
χθόνιοι θήκας κατέχοντες,
καὶ Ζεὺς σωτὴρ τρίτος , οἰκοφύλαξ
ὁσίων ἀνδρῶν , δέξασθ᾽ ἱκέτην
τὸν θηλυγενῆ στόλον αἰδοίῳ
πνεύματι χώρας : ἀρσενοπληθῆ δ᾽
30
ἑσμὸν ὑβριστὴν Αἰγυπτογενῆ,