Suppliant Women, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ποδαπὸν ὅμιλον τόνδ᾽ ἀνελληνόστολον
235
πέπλοισι βαρβάροισι καὶ πυκνώμασι
χλίοντα προσφωνοῦμεν ; οὐ γὰρ Ἀργολὶς
ἐσθὴς γυναικῶν οὐδ᾽ ἀφ᾽ Ἑλλάδος τόπων.
ὅπως δὲ χώραν οὔτε κηρύκων ὕπο,
ἀπρόξενοί τε , νόσφιν ἡγητῶν , μολεῖν
240
ἔτλητ᾽ ἀτρέστως , τοῦτο θαυμαστὸν πέλει.
κλάδοι γε μὲν δὴ κατὰ νόμους ἀφικτόρων
κεῖνται παρ᾽ ὑμῖν πρὸς θεοῖς ἀγωνίοις:
μόνον τόδ᾽ Ἑλλὰς χθὼν συνοίσεται στόχῳ.
καὶ τἄλλα πόλλ᾽ ἔτ᾽ εἰκάσαι δίκαιον ἦν,
245
εἰ μὴ παρόντι φθόγγος ἦν ὁ σημανῶν.
Χορός
εἴρηκας ἀμφὶ κόσμον ἀψευδῆ λόγον.
ἐγὼ δὲ πρὸς σὲ πότερον ὡς ἔτην λέγω,
ἢ ῥήτορ᾽ ἱεροράβδον , ἢ πόλεως ἀγόν;
Βασιλεύς
πρὸς ταῦτ᾽ ἀμείβου καὶ λέγ᾽ εὐθαρσὴς ἐμοί.
250
τοῦ γηγενοῦς γάρ εἰμ᾽ ἐγὼ Παλαίχθονος
ἶνις Πελασγός , τῆσδε γῆς ἀρχηγέτης.
ἐμοῦ δ᾽ ἄνακτος εὐλόγως ἐπώνυμον
γένος Πελασγῶν τήνδε καρποῦται χθόνα.
καὶ πᾶσαν αἶαν , ἧς δι᾽ ἁγνὸς ἔρχεται
255
Στρυμών , τὸ πρὸς δύνοντος ἡλίου , κρατῶ.
ὁρίζομαι δὲ τήν τε Περραίβων χθόνα,
Πίνδου τε τἀπέκεινα , Παιόνων πέλας,
ὄρη τε Δωδωναῖα . συντέμνει δ᾽ ὅρος
ὑγρᾶς θαλάσσης : τῶνδε τἀπὶ τάδε κρατῶ.
260
αὐτῆς δὲ χώρας Ἀπίας πέδον τόδε
πάλαι κέκληται φωτὸς ἰατροῦ χάριν.
Ἆπις γὰρ ἐλθὼν ἐκ πέρας Ναυπακτίας
ἰατρόμαντις παῖς Ἀπόλλωνος χθόνα