Suppliant Women, Alpheios version. Enhanced TEI with Syntax Diagrams
295
μὴ καὶ λόγος τις Ζῆνα μειχθῆναι βροτῷ;
Βασιλεύς
κἄκρυπτά γ᾽ Ἥρας ταῦτα τἀμπαλάγματα.
Χορός
πῶς οὖν τελευτᾷ βασιλέων νείκη τάδε;
Βασιλεύς
βοῦν τὴν γυναῖκ᾽ ἔθηκεν Ἀργεία θεός.
Χορός
300
οὔκουν πελάζει Ζεὺς ἐπ᾽ εὐκραίρῳ βοΐ;
Βασιλεύς
φασίν , πρέποντα βουθόρῳ ταύρῳ δέμας.
Χορός
τί δῆτα πρὸς ταῦτ᾽ ἄλοχος ἰσχυρὰ Διός;
Βασιλεύς
τὸν πάνθ᾽ ὁρῶντα φύλακ᾽ ἐπέστησεν βοΐ.
Χορός
ποῖον πανόπτην οἰοβουκόλον λέγεις;
Βασιλεύς
305
Ἄργον , τὸν Ἑρμῆς παῖδα γῆς κατέκτανεν.
Χορός
τί οὖν ἔτευξεν ἄλλο δυσπότμῳ βοΐ;
Βασιλεύς
βοηλάτην μύωπα κινητήριον.
Χορός
οἶστρον καλοῦσιν αὐτὸν οἱ Νείλου πέλας.
Βασιλεύς
τοιγάρ νιν ἐκ γῆς ἤλασεν μακρῷ δρόμῳ.
Χορός
310
καὶ ταῦτ᾽ ἔλεξας πάντα συγκόλλως ἐμοί.
Βασιλεύς
καὶ μὴν Κάνωβον κἀπὶ Μέμφιν ἵκετο.
Χορός
καὶ Ζεύς γ᾽ ἐφάπτωρ χειρὶ φιτύει γόνον.
Βασιλεύς
τίς οὖν ὁ Δῖος πόρτις εὔχεται βοός;
Χορός
315
Ἔπαφος ἀληθῶς ῥυσίων ἐπώνυμος.
Βασιλεύς
...
Χορός
Λιβύη , μέγιστον γῆς <πέδον> καρπουμένη.
Βασιλεύς
...
Χορός
...
Βασιλεύς
320
τίν᾽ οὖν ἔτ᾽ ἄλλον τῆσδε βλαστημὸν λέγεις;
Χορός
Βῆλον δίπαιδα πατέρα τοῦδ᾽ ἐμοῦ πατρός.
Βασιλεύς
τὸ πάνσοφον νῦν ὄνομα τοῦτό μοι φράσον.
Χορός
Δαναός , ἀδελφὸς δ᾽ ἐστὶ πεντηκοντάπαις.
Βασιλεύς
καὶ τοῦδ᾽ ἄνοιγε τοὔνομ᾽ ἀφθόνῳ λόγῳ.
Χορός
Αἴγυπτος . εἰδὼς δ᾽ ἁμὸν ἀρχαῖον γένος
πράσσοις ἂν ὡς Ἀργεῖον ἀνστήσῃς στόλον.