Suppliant Women, Alpheios version. Enhanced TEI with Syntax Diagrams
475
σταθεὶς πρὸ τειχέων διὰ μάχης ἥξω τέλους,
πῶς οὐχὶ τἀνάλωμα γίγνεται πικρόν,
ἄνδρας γυναικῶν οὕνεχ᾽ αἱμάξαι πέδον;
ὅμως δ᾽ ἀνάγκη Ζηνὸς αἰδεῖσθαι κότον
ἱκτῆρος : ὕψιστος γὰρ ἐν βροτοῖς φόβος.
480
σὺ μέν , πάτερ γεραιὲ τῶνδε παρθένων,
κλάδους τε τούτους αἶψ᾽ ἐν ἀγκάλαις λαβὼν
βωμοὺς ἐπ᾽ ἄλλους δαιμόνων ἐγχωρίων
θές , ὡς ἴδωσι τῆσδ᾽ ἀφίξεως τέκμαρ
πάντες πολῖται , μηδ᾽ ἀπορριφθῇ ψόγος
485
ἐμοῦ : κατ᾽ ἀρχῆς γὰρ φιλαίτιος λεώς.
καὶ γὰρ τάχ᾽ ἄν τις οἰκτίσας ἰδὼν τάδε
ὕβριν μὲν ἐχθήρειεν ἄρσενος στόλου,
ὑμῖν δ᾽ ἂν εἴη δῆμος εὐμενέστερος:
τοῖς ἥσσοσιν γὰρ πᾶς τις εὐνοίας φέρει.
Alpheios needs funds to keep these texts and tools freely available. Make a tax-deductible donation by December 31, 2024 to keep reading.
Δαναός
490
πολλῶν τάδ᾽ ἡμῖν ἐστιν ἠξιωμένα,
αἰδοῖον εὑρεθέντα πρόξενον λαβεῖν.
ὀπάονας δὲ φράστοράς τ᾽ ἐγχωρίων
ξύμπεμψον , ὡς ἂν τῶν πολισσούχων θεῶν
βωμοὺς προνάους καὶ †πολισσούχων ἕδρας
495
εὕρωμεν , ἀσφάλεια δ᾽ δι᾽ ἄστεως
στείχουσι : μορφῆς δ᾽ οὐχ ὁμόστολος φύσις.
Νεῖλος γὰρ οὐχ ὅμοιον Ἰνάχῳ γένος
τρέφει . φύλαξαι μὴ θράσος τέκῃ φόβον:
καὶ δὴ φίλον τις ἔκταν᾽ ἀγνοίας ὕπο.
Alpheios needs funds to keep these texts and tools freely available. Make a tax-deductible donation by December 31, 2024 to keep reading.
Βασιλεύς
500
στείχοιτ᾽ ἄν , ἄνδρες : εὖ γὰρ ξένος λέγει.
ἡγεῖσθε βωμοὺς ἀστικούς , θεῶν ἕδρας:
καὶ ξυμβολοῦσιν οὐ πολυστομεῖν χρεὼν
ναύτην ἄγοντας τόνδ᾽ ἐφέστιον θεῶν.
Alpheios needs funds to keep these texts and tools freely available. Make a tax-deductible donation by December 31, 2024 to keep reading.
Χορός
τούτῳ μὲν εἶπας , καὶ τεταγμένος κίοι: