Suppliant Women, Alpheios version. Enhanced TEI with Syntax Diagrams
655
μοῖς θεοὺς ἀρέσονται.
Χορός
τοιγὰρ ὑποσκίων
ἐκ στομάτων ποτά-
σθω φιλότιμος εὐχά,
μήποτε λοιμὸς ἀνδρῶν
660
τάνδε πόλιν κενώσαι:
μηδ᾽ ἐπιχωρίοις <ἔρισ>
πτώμασιν αἱματίσαι πέδον γᾶς.
ἥβας δ᾽ ἄνθος ἄδρεπτον
ἔστω , μηδ᾽ Ἀφροδίτας
665
εὐνάτωρ βροτολοιγὸς Ἄ-
ρης κέρσειεν ἄωτον.
Χορός
†καὶ γεραροῖσι πρε-
σβυτοδόκοι γεμόν-
των† θυμέλαι φλεγόντων.
670
τὼς πόλις εὖ νέμοιτο
Ζῆνα μέγαν σεβόντων,
τὸν ξένιον δ᾽ ὑπερτάτως,
ὃς πολιῷ νόμῳ αἶσαν ὀρθοῖ.
τίκτεσθαι δ᾽ ἐφόρους γᾶς
675
ἄλλους εὐχόμεθ᾽ ἀεί,
Ἄρτεμιν δ᾽ Ἑκάταν γυναι-
κῶν λόχους ἐφορεύειν.
Χορός
μηδέ τις ἀνδροκμὴς
λοιγὸς ἐπελθέτω
680
τάνδε πόλιν δαΐζων,
ἄχορον ἀκίθαριν
δακρυογόνον Ἄρη
βοάν τ᾽ ἔνδημον ἐξοπλίζων.
νούσων δ᾽ ἑσμὸς ἀπ᾽ ἀστῶν